The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 35

LXX · Sammenlign · Lyd

1γούμενόν σε κατέστησαν; μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν, φρόντισον αὐτῶν καὶ οὕτω κάθισον· 2καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε, ἵνα εὐφρανθῇς δι᾽ αὐτούς, καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον. 3Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι, ἐν ἀκριβεῖ ἐπιστήμῃ, καὶ μὴ ἐμποδίσῃς μουσικά. 4ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιάν, καὶ ἀκαίρως μὴ σοφίζου. 5σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ, σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου· 6ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου, μέλος μουσικῶν ἐφ᾽ ἡδεῖ οἴνῳ. 7λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· 8κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν. 9ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου, καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει. 10πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. 11ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει· 12ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου, καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ. 13καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ. 14Ὁ φοβούμενος Κύριον ἐκδέξεται παιδίαν, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν· 15ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ· 16οἱ φοβούμενοι Κύριον εὑρήσουσιν κρίμα, καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν. 17ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμόν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα. 18ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, καὶ μετὰ τὸ ποιῆσαι μετ᾽ αὐτοῦ ἄνευ βουλῆς. 19ἄνευ βουλῆς μηθὲν ποιήσῃς, καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ. 20ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου, καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν· 21μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ, 22καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι. 23ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου, καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν. 24ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιθὼς Κυρίῳ οὐκ ἐλαττωθήσεται.

Daglig grænse nået

Opgrader din plan for at fortsætte med at bruge AI-funktioner med højere daglige grænser.

Sammenlign alle planer →