The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 30

LXX · Sammenlign · Lyd

1Περὶ τέκνων. Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπ᾽ ἐσχάτων αὐτοῦ· 2ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ᾽ αὐτῷ, καὶ ἀνὰ μέσον γνωρίμων ἐπ᾽ αὐτῷ καυχήσεται· 3ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρόν, καὶ ἔναντι φίλων ἐπ᾽ αὐτῷ ἀγαλλιάσεται. 4ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὣς οὐκ ἀπέθανεν, ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ᾽ αὐτόν. 5ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη, καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη· 6ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον, καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν. 7περὶ ψυχῶν υἱῶν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ. 8⸂⸆⸃ ἵππος ἀδάμαστος ἀποβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής. 9τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε, σύνπαιξον αὐτῷ καὶ λυπήσει σε. 10μὴ συνγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπ᾽ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου. 11μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι· 12θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος, μή ποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι. 13παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ. 14κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ. 15ὑγεία καὶ εὐεξία βελτίων παντὸς χρυσίου, καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος. 16Περὶ βρωμάτων. Οὐκ ἔστιν πλοῦτος βελτίων ὑγείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας. 17κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν ἢ ἀρρώστημα ἔμμονον. 18ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ, θέμα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ. 19τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ· οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου. 20βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων. 21μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου, καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου. 22εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις. 23ἀγάπα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου, καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπέκτεινεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠφελία ἐν αὐτῇ. 24ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα. [13] λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται. 25⸂⸆⸃ ὡς καλαμώμενος ὀπίσω τρυγητῶν· ἐν εὐλογίᾳ Κυρίου ἔφθασα, καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν. 26κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν. 27ἀκούσατέ μου, μεγιστᾶνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐνωτίσασθε. 28υἱῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου· καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν. 29ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί. 30κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου. 31ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων, μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου. 32ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν. 33χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ. 34ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν· ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν. 35ζυγὸς καὶ ἱμὰς κάμψουσιν τράχηλον, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι· 36ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ, 37πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία· 38εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ, κἂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ. καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκί, καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. 39εἰ ἔστιν σοι οἰκέτης, ἔστω ὡς σύ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν· εἰ ἔστιν σοι οἰκέτης, ἄγε αὐτὸν ὡς σεαυτόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδέησις αὐτῷ· 40ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;

Daglig grænse nået

Opgrader din plan for at fortsætte med at bruge AI-funktioner med højere daglige grænser.

Sammenlign alle planer →