The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 16

LXX · Sammenlign · Lyd

1Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων, ⸆ μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν· 2ἐὰν πληθύνωσιν, μὴ εὐφραίνου ἐπ᾽ αὐτοῖς· εἰ μή ἐστιν φόβος Κυρίου μετ᾽ αὐτῶν, 3μὴ ἐνπιστεύσῃς τῇ ζωῇ αὐτῶν, καὶ μὴ ἔπεχε ἐπὶ τὸν τόπον αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ· 4ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται. 5πολλὰ τοιαῦτα ἑόρακα ἐν ὀφθαλμοῖς μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου. 6ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή. 7οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν· 8οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν· 9οὐκ ἠλέησεν ἔθνος ἀπωλείας, τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν· 10καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν. 11κἂν ᾖ εἷς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾽ αὐτοῦ, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν. 12κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ. 13οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλός, καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴν εὐσεβοῦς. 14πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει. 17μὴ εἴπῃς ὅτι Ἀπὸ Κυρίου κρυβήσομαι· μὴ ἐξ ὕψους τίς μου μνησθήσεται; ἐν λαῷ πλείονι οὐ μὴ μνησθῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει; 18ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ τοῦ θεοῦ, ἄβυσσος καὶ γῆ σαλευθήσονται ἐν τῇ ἐπισκοπῇ αὐτοῦ· 19ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συνσείονται, 20καὶ ἐπ᾽ αὐτοῖς οὐ διανοηθήσεται καρδία· καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται; 21καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις. 22ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ; ἤ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη. 23ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά. 24Ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην, καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου· 25ἐκφαίνω ἐν σταθμῷ παιδείαν, καὶ ἐν ἀκριβείᾳ ἀπαγγέλλω ἐπιστήμην. 26ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτοῦ ἀπ᾽ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστελλεν μερίδας αὐτῶν· 27ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ, καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν, καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν· 28ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἔθλιψεν, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ. 29καὶ μετὰ ταῦτα Κύριος εἰς τὴν γῆν ἐπέβλεψεν καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ· 30ψυχὴν παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.

Daglig grænse nået

Opgrader din plan for at fortsætte med at bruge AI-funktioner med højere daglige grænser.

Sammenlign alle planer →