The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 20

LXX · Sammenlign · Lyd

1στιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς φρόνιμος. 2Ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι, καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται. 4ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα, οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα. 5ἔστιν σιωπῶν εὑρισκόμενος σοφός, ⸆ καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς. 6ἔστιν σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστιν σιωπῶν, εἰδὼς καιρόν. 7ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν. 8ὁ πλεονάζων λόγῳ βδελυχθήσεται, καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται. 9Ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί, καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν. 10ἔστιν δόσις ἣ οὐ λυσιτελήσει σοι, καὶ ἔστιν δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν. 11ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν. 12ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον. 13ὁ σοφὸς ἐν λόγῳ ἑαυτὸν προσφιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυθήσονται. 14δόσις ἄφρονος οὐ λυσιτελήσει σοι, οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ᾽ ἑνὸς πολλοί· 15ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει, καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κήρυξ· σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει, μισητὸς ἄνθρωπος ὁ τοιοῦτος. 16μωρὸς ἐρεῖ Οὐχ ὑπάρχει μοι φίλος, καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου· οἱ ἔσθοντες τὸν ἄρτον μου φαῦλοι γλώσσῃ. 17ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ; 18Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης, οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει. 19ἄνθρωπος ἄχαρις, μῦθος ἄκαιρος· ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται. 20ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή, οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς. 21ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται. 22ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι᾽ αἰσχύνην, καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν. 23ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν. 24μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται. 25αἱρετὸν κλέπτης ἢ ἐνδελεχίζων ψεύδει, ἀμφότεροι δὲ ἀπωλίαν κληρονομήσουσιν. 26ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετ᾽ αὐτοῦ ἐνδελεχῶς. Λόγοι παραβολῶν. 27Ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν, καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν· 28ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ, καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν. 29ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς. 30σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις; 31κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.

Daglig grænse nået

Opgrader din plan for at fortsætte med at bruge AI-funktioner med højere daglige grænser.

Sammenlign alle planer →