LXX 诗篇 章 4

诗篇 4

LXX · 比较 · Audio

1Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυείδ. 2Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. 3υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; διάψαλμα. 4καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 5ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν καρδίᾳ, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. διάψαλμα. 6θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. 7πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· 8ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. 9ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπὶ ἐλπίδι κατῴκισάς με.

已达到每日限制

升级您的计划以继续使用 AI 功能和更高的每日限制。

比较所有套餐 →