LXX 诗篇 章 10

诗篇 10

LXX · 比较 · Audio

1Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός. Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; 2ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη ⸂⸆⸃ εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. 3ὅτι ἃ κατηρτίσω καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησεν; 4Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ. Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. 5Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ· ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. 6ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. 7ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.

已达到每日限制

升级您的计划以继续使用 AI 功能和更高的每日限制。

比较所有套餐 →