LXX 诗篇 章 127

诗篇 127

LXX · 比较 · Audio

1δὴ τῶν ἀναβαθμῶν. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 2τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι, μακάριος εἶ καὶ καλῶς σοι ἔσται. 3ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. 4ἰδοὺ οὕτως εὐλογηθήσεται ὁ ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον. 5εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, 6καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

已达到每日限制

升级您的计划以继续使用 AI 功能和更高的每日限制。

比较所有套餐 →