The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 9
1Μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου, μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν· 2μὴ δῷς γυναικὶ τὴν ψυχήν σου, ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου. 3μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ, μή ποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς. 4μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε, μή ποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς. 5παρθένον μὴ καταμάνθανε, μή ποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς. 6μὴ δῷς πόρναις τὴν ψυχήν σου, ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου. 7μὴ περιβλέπου ἐν ῥύμαις πόλεως, καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ. 8ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον· ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται. 9μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον, καὶ μὴ συμβολοκοπήσῃς μετ᾽ αὐτῆς ἐν οἴνῳ· μή ποτε ἐκκλίνῃ ἡ ψυχή σου ἐπ᾽ αὐτήν, καὶ τῷ πνεύματί σου ὀλισθήσῃς εἰς ἀπώλειαν. 10Μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτῷ· οἶνος νέος φίλος νέος· ἐὰν παλαιωθῇ, μετ᾽ εὐφροσύνης πίεσαι αὐτόν. 11μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ· οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ. 12μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν, μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσιν. 13μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν τοῦ φονεῦσαι, καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανότου· κἂν προσέλθῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σου· ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς. 14κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον, καὶ μετὰ σοφῶν συμβουλεύου· 15καὶ μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου, καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου. 16ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ Κυρίου ἔστω τὸ καύχημά σου. 17ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεσθήσεται, καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ. 18φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.