The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 37

LXX · Porovnať · Audio

1Πᾶς φίλος ἐρεῖ Ἐφιλίασα αὐτῷ κἀγώ· ἀλλ᾽ ἔστιν φίλος ὀνόματι μόνον φίλος. 2οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν; 3ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι; 4ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι· 5ἑταῖρος φίλῳ συνπονεῖ χάριν γαστρός, ἔναντι πολέμου λήμψεται ἀσπίδα. 6μὴ ἐπιλάθη φίλου ἐν τῇ ψυχῇ σου, καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασίν σου. 7πᾶς σύμβουλος ἐξαίρει βουλήν, ἀλλ᾽ ἔστιν συμβουλεύων εἰς αὑτόν. 8ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου, καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία· καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται, μή ποτε βάλῃ ἐπὶ σοὶ κλῆρον, 9καὶ εἴπῃ σοι Καλὴ ἡ ὁδός σου, καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι. 10μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε, καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν· 11⸂⸆⸃ μετὰ γυναικὸς τῆς ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου καὶ μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως, μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας, μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου καὶ μετὰ μισθίου ἀφεστίου περὶ συντελείας, οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας, μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας· 12ἀλλ᾽ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε, ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς, ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς συναλγήσει σοι. 13καὶ βουλὴν καρδίας στῆσον, οὐ γάρ ἐστίν σοι πιστότερος αὐτῆς· 14ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς. 15καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι Ὑψίστου ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου. 16ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή. 17ἴχνος ἀλλοιώσεως καρδίᾳ· 18τέσσερα μέρη ἀνατέλλει, ἀγαθὸν καὶ κακόν, ζωὴ καὶ θάνατος, καὶ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν. 19ἔστιν ἀνὴρ πανοῦργος καὶ πολλῶν παιδευτής, καὶ τῇ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος. 20ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός, οὗτος πάσης τροφῆς καθυστερήσει· 21οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη. 22ἔστιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί. 23ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί. 24ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες. 25ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι. 26ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα. 27τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχήν σου, καὶ ἴδε τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ· 28οὐ γὰρ πάντα πᾶσιν συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ. 29μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ, καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων· 30ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας· 31δι᾽ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν.

Dosiahnutý dennýLimit

Upgradujte svoj balík, aby ste pokračovali v používaní funkcií AI s vyššími dennými limitmi.

Porovnať všetky plány →