The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 32

LXX · Porovnať · Audio

1 συντηρῶν νόμον πλεονάζει προσφοράς, 2θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς· 3ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν, 4καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως. 5εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. 6μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενός, 7πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. 8προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Ὑψίστου· 9θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. 10ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον, καὶ μὴ μικρύνῃς ἀπαρχὴν χειρῶν σου· 11ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου, καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην. 12δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ᾽ εὕρεμα χειρός· 13ὅτι Κύριος ἀνταποδιδούς ἐστιν, καὶ ἑπταπλᾶ ἀνταποδώσει σοι. 14μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται· 15καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι Κύριος κριτής ἐστιν, καὶ οὐκ ἔστιν παρ᾽ αὐτῷ δόξα προσώπου. 16οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ, καὶ δέησιν ἠδικημένου εἰσακούσεται· 17οὐ μὴ ὑπερίδῃ ἱκετίαν ὀρφανοῦ, καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν. 18οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει, 19καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά; 20θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει· 21προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ· καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος, 22καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν. ⸂⸆⸃ καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσει ἐπ᾽ αὐτοῖς, ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων, 23καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν· ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει· 24ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ, καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν· 25ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ. 26ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.

Dosiahnutý dennýLimit

Upgradujte svoj balík, aby ste pokračovali v používaní funkcií AI s vyššími dennými limitmi.

Porovnať všetky plány →