LXX 시편 장 35

시편 35

LXX · 비교 · 오디오

1Εἰς τὸ τέλος· τῷ δούλῳ Κυρίου τῷ Δαυείδ. 2Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ· 3ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. 4τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. 5ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, τῇ δὲ κακίᾳ οὐ προσώχθισεν. 6Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν· 7καὶ ἡ δικαιοσύνη ὡσεὶ ὄρη θεοῦ, τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή. ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε, 8ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. 9μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. 10ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. 11παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε, καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. 12μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με. 13ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.

일일 한도 도달

플랜을 업그레이드하여 더 높은 일일 한도로 AI 기능을 계속 사용하세요.

모든 요금제 비교 →