LXX 시편 장 115

시편 115

LXX · 비교 · 오디오

1λληλουιά. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. 2ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης. 3τί ἀνταποδώσω τῷ κυρίῳ περὶ ὧν ἀνταπέδωκέν μοι; 4ποτήριον σωτηρίου λήμψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. 6τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. 7ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου· διέρρηξας τοὺς δεσμούς μου. 8σοὶ θύσω θυσίαν αἰνέσεως· 9τὰς εὐχάς μου ἀποδώσω τῷ κυρίῳ ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, 10ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἰερουσαλήμ.

일일 한도 도달

플랜을 업그레이드하여 더 높은 일일 한도로 AI 기능을 계속 사용하세요.

모든 요금제 비교 →