LXX 시편 장 114

시편 114

LXX · 비교 · 오디오

1λληλουιά. Ἠγάπησα ὅτι εἰσακούσεται ὁ θεὸς τῆς φωνῆς τῆς δεήσεώς μου, 2ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπεκαλεσάμην. 3περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον. 4καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. 5ἐλεήμων καὶ δίκαιος ὁ κύριος, καὶ Κύριος ὁ θεὸς ἡμῶν ἐλεᾷ. 6φυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με. 7ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέν σε· 8ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. 9εὐαρεστήσω ἐναντίον Κυρίου ἐν χώρᾳ ζώντων.

일일 한도 도달

플랜을 업그레이드하여 더 높은 일일 한도로 AI 기능을 계속 사용하세요.

모든 요금제 비교 →