The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 36

LXX · So sánh · Âm thanh

1τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ᾽ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται. 2ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον. 3ἄνθρωπος συνετὸς ἐνπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δικαίων. 4ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι. 5τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ. 6ἵππος εἰς ὀχείαν ὡς φίλος μῶκος, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει. 7διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ᾽ ἡλίου; 8ἐν γνώσει Κυρίου διεχωρίσθησαν, καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς· 9ἀπ᾽ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν, καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν. 10καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη Ἀδάμ· 11ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτούς, καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν· 12ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν, καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ᾽ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν, καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν. 13ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ· οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτούς, ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ. 14ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν, καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός. 15καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός. 16Κἀγὼ ἔσχατος ἠγρύπνησα, καὶ κατακληρονομήσεις αὐτοὺς καθὼς ἀπ᾽ ἀρχῆς. ⸆ 17ἐλέησον λαόν, Κύριε, κεκλημένον ἐπ᾽ ὀνόματί σου, καὶ Ἰσραὴλ ὃν πρωτογόνῳ ὡμοίωσας. 18οἰκτείρησον πόλιν ἁγιάσματός σου, Ἰερουσαλήμ, πόλιν καταπαύματός σου· 19πλῆσον Σιὼν ἀρεταλογίας σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου. 20δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου, καὶ ἔγειρον προφητείας τὰς ἐπ᾽ ὀνόματί σου· 21δὸς μισθὸν τοῖς ὑπομένουσίν σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν. 22εἰσάκουσον, Κύριε, δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου, καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι Κύριος εἶ, ὁ θεὸς τῶν αἰώνων. 23Πᾶν βρῶμα φάγεται κοιλία, ἔστιν δὲ βρῶμα βρώματος κάλλιον. 24φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. 25καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. 26πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρεῖσσον. 27κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει· 28εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πρᾳύτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ᾽ υἱοὺς ἀνθρώπων. 29ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ᾽ αὐτὸν καὶ στύλον ἀναπαύσεως. 30οὗ οὐκ ἔστιν φραγμός, διαρπαγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος. 31τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.

Đã đạt giới hạn hàng ngày

Nâng cấp gói của bạn để tiếp tục sử dụng các tính năng AI với giới hạn hàng ngày cao hơn.

So sánh tất cả các gói →