The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 29

LXX · So sánh · Âm thanh

1 ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον, καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς. 2δάνισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ, καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν· 3στερέωσον λόγον καὶ πιστώθητι μετ᾽ αὐτοῦ, καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου. 4πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος, καὶ παρέσχον πόνον τοῖς βοηθήσασιν αὐτοῖς. 5ἕως οὗ λάβῃ, καταφιλήσει χεῖρα αὐτοῦ, καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν· καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον, καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται. 6ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα· εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν οὐ δωρεάν· κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ, καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν. 7πολλοὶ χάριν πονηρίας ἀπέστρεψαν, ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν. 8πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον, καὶ ἐπ᾽ ἐλεημοσύνην παρελκύσεις αὐτόν· 9χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος, καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν. 10ἀπόλεσον ἀργύριον δι᾽ ἀδελφὸν καὶ φίλον, καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπωλίαν· 11θὲς τὸν θησαυρόν σου κατ᾽ ἐντολὰς Ὑψίστου, καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον. 12σύνκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως· 13ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ. 14ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλείψει αὐτόν. 15χάριτας ἐγγύου μὴ ἐπιλάθῃ, ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ. 16ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός, 17καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον. 18ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας, καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης· ἄνδρας δυνατοὺς ἀπῴκισεν, καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις. 19ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκων ἐργολαβείας ἐμπεσεῖται εἰς κρίσεις. 20ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου, καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς. 21Ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον, καὶ οἶκος καλύπτων ἀσχημοσύνην. 22κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις. 23ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε. 24ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, καὶ οὗ παροικήσει οὐκ ἀνοίξει στόμα· 25ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα, καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ 26Πάρελθε, πάροικε, κόσμησον τράπεζαν, καὶ εἴ τι ἐν τῇ χειρί σου ψώμισόν με· 27ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης, ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς ξενίας. 28βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν. ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανιστοῦ.

Đã đạt giới hạn hàng ngày

Nâng cấp gói của bạn để tiếp tục sử dụng các tính năng AI với giới hạn hàng ngày cao hơn.

So sánh tất cả các gói →