The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 47

1καὶ μετὰ τοῦτον ἀνέστη Ναθὰν προφητεύειν ἐν ἡμέραις Δαυείδ. 2ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου, οὕτως Δαυεὶδ ἀπὸ τῶν υἱῶν Ἰσραήλ. 3ἐν λέουσιν ἔπαιζεν ὡς ἐν ἐρίφοις, καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων. 4ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα, καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ; 5ἐπεκαλέσατο γὰρ Κύριον τὸν ὕψιστον, καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος, ἐξᾶραι ἄνθρωπον ἐν πολέμῳ· ἀνυψώσει κέρας λαοῦ αὐτοῦ. 6οὕτως ἐν μυριάσιν ἐδόξασεν αὐτόν, καὶ ᾔνεσεν αὐτὸν ἐν εὐλογίαις Κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης. 7ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν, καὶ ἐξουδένωσεν Φυλιστιεὶμ τοὺς ὑπεναντίους ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας. 8ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ Ὑψίστῳ, ῥήματι δόξης· ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν. 9καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου, καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη· 10ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν, καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας, ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωὶ ἠχεῖν τὸ ἁγίασμα. 11Κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ, καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ. 12μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων, καὶ δι᾽ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ· 13Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης, ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν, ἵνα στήσῃ οἶκον ἐπ᾽ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα. 14ὡς ἐσοφίσθης ἐν νεότητί σου, καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως. 15γῆν ἐπεκάλυψεν ἡ ψυχή σου, καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων· 16εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου· 17ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνίᾳ ἀπεθαύμασάν σε χῶραι· 18ἐν ὀνόματι Κυρίου τοῦ θεοῦ, τοῦ ἐπικεκλημένου θεοῦ Ἰσραήλ, συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον, καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον. 19παρανέκλινας τὰς λαγόνας σου γυναιξίν, καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου· 20ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου, καὶ ἐβεβήλωσας τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου, καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου, 21γενέσθαι δίχα τυραννίδα καὶ ἐξ Ἐφράιμ ἄρξαι βασιλείαν ἀπειθῆ. 22ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ, καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ, οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα, καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· καὶ τῷ Ἰακὼβ ἔδωκεν κατάλιμμα, καὶ τῷ Δαυεὶδ ἐξ αὐτοῦ ῥίζαν. 23καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέρων, καὶ κατέλιπεν μετ᾽ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ῥοβοάμ, ⸆ ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ, καὶ Ἰεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ καὶ ἔδωκεν τῷ Ἐφράιμ ὁδὸν ἁμαρτίας. 24καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα, ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν· 25καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν, ἕως ἐκδίκησις ἔλθῃ ἐπ᾽ αὐτούς.

ถึงลิมิตรายวัน

อัปเกรดแพ็กเกจของคุณเพื่อใช้คุณสมบัติ AI ต่อไปด้วยลิมิตรายวันที่สูงขึ้น

เปรียบเทียบแพ็กเกจทั้งหมด →