The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 41

1 θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ, ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν. 2ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι, ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων, καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν. 3μὴ εὐλαβοῦ κρίμα θανάτου, μνήσθητι προτέρων σου καὶ ἐσχάτων· 4τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ Ὑψίστου; εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς. 5τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν, καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν· 6τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος. 7πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι᾽ αὐτὸν ὀνειδισθήσονται. 8οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελείπετε νόμον θεοῦ Ὑψίστου· 9καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε. 10πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπωλίαν· 11πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται. 12φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου· 13ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ. 14παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφελία ἐν ἀμφοτέροις; 15κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. 16τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου· οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται. 17αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας, καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους, 18ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελίας, ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας, ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας, 19καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς, καὶ ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης, καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ᾽ ἄρτους, ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως, 20καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς, ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας, 21καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς, ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως, καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου, 22ἀπὸ περιεργείας παιδίσκης αὐτοῦ, καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς· ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ, καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε·

ถึงลิมิตรายวัน

อัปเกรดแพ็กเกจของคุณเพื่อใช้คุณสมบัติ AI ต่อไปด้วยลิมิตรายวันที่สูงขึ้น

เปรียบเทียบแพ็กเกจทั้งหมด →