LXX Psaltaren Kapitel 74

Psaltaren 74

LXX · Jämför · Ljud

1Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς τῷ Ἀσὰφ ᾠδῆς. 2Ἐξομολογησόμεθά σοι, ὁ θεός, ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου, 3ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ. 4ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα. 5εἶπα τοῖς παρανομοῦσιν μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας· 6μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν· 7ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων, 8ὅτι ὁ θεὸς κριτής ἐστιν· τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. 9ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, καὶ πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. 10ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ἰακώβ· 11καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.

Daglig gräns nådd

Uppgradera din plan för att fortsätta använda AI-funktioner med högre dagliga gränser.

Jämför alla planer →