LXX Psaltaren Kapitel 67

Psaltaren 67

LXX · Jämför · Ljud

1Εἰς τὸ τέλος· τῷ Δαυείδ, ψαλμὸς ᾠδῆς. 2Ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ. 3ὡς ἐκλείπει καπνὸς ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ. 4καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, διάψαλμα. ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ. 5ᾄσατε τῷ θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· Κύριος ὄνομα αὐτῷ· καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. 6ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. 7ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρίᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις. 8ὁ θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, διάψαλμα. 9γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινά, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰσραήλ. 10βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου· καὶ ἠσθένησεν, σὺ δὲ κατηρτίσω αὐτήν. 11τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ, ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ. 12ὁ θεὸς κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, 13ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. 14ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. διάψαλμα. 15ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾽ αὐτῆς, χιονωθήσονται ἐν Σελμών. 16ὄρος τοῦ θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. 17ἵνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα; τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος. 18τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· ὁ κύριος ἐν αὐτοῖς ἐν Σινά, ἐν τῷ ἁγίῳ. 19ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι. 20Κύριος ὁ θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾽ ἡμέραν, καὶ κατευοδώσει ἡμῖν ὁ θεὸς τῶν σωτηρίων ἡμῶν. διάψαλμα. 21ὁ θεὸς ἡμῶν ὁ θεὸς τοῦ σώζειν, καὶ τοῦ κυρίου αἱ διέξοδοι τοῦ θανάτου. 22πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελίαις αὐτοῦ. 23εἶπεν Κύριος Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης· 24ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾽ αὐτοῦ. 25ἐθεωρήθησαν αἱ πορίαι σου, ὁ θεός, αἱ πορίαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ· 26προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. 27ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, τὸν κύριον ἐκ πηγῶν Ἰσραήλ. 28ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλεί. 29ἔντειλαι, θεός, τῇ δυνάμει σου, δυνάμωσον, ὁ θεός, τοῦτο ὃ κατηρτίσω ἡμῖν. 30ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἰερουσαλὴμ σοὶ οἴσουσιν βασιλεῖς δῶρα. 31ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. 32ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ. 33αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ θεῷ, ψάλατε τῷ κυρίῳ. διάψαλμα. 34ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς. ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. 35δότε δόξαν τῷ θεῷ· ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρεπία αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. 36θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ὁσίοις αὐτοῦ· ὁ θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· καὶ εὐλογητὸς ὁ θεός.

Daglig gräns nådd

Uppgradera din plan för att fortsätta använda AI-funktioner med högre dagliga gränser.

Jämför alla planer →