Псалтирь 58
1Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυεὶδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλεν Σαοὺλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. 2Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ λύτρωσαί με. 3ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. 4ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ᾽ ἐμὲ κραταιοί· οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, Κύριε. 5ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε, 6καὶ σύ, Κύριε ὁ θεὸς τῶν δυνάμεων, ὁ θεὸς Ἰσραήλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. διάψαλμα. 7ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσιν πόλιν. 8ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν; 9καὶ σύ, Κύριε, ἐκγελάσῃ αὐτούς, ἐξουδενώσεις πάντα τὰ ἔθνη. 10τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι θεὸς ἀντιλήμπτωρ μου εἶ. 11ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. 12μὴ ἀποκτείνῃς αὐτούς, μή ποτε ἐπιλάθωνται τοῦ νόμου σου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς, ὁ ὑπερασπιστής μου κύριε. 13ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, καὶ συνλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται 14συντέλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσιν· ⸆ καὶ γνώσονται ὅτι ὁ θεὸς τοῦ Ἰακὼβ δεσπόζει τῶν περάτων τῆς γῆς. διάψαλμα. 15ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσιν πόλιν· 16αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν, ἐὰν δὲ χορτασθῶσιν, καὶ γογγύσουσιν. 17ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου· ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεως. 18βοηθός μου, σοὶ ψαλῶ, ὁ θεός μου· ὅτι ἀντιλήμπτωρ μου εἶ, ὁ θεός μου, τὸ ἔλεός μου.