LXX Псалтирь Глава 132

Псалтирь 132

1δὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ. Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; 2ὡς μύρον ἐπὶ κεφαλὴν τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ· 3ὡς δρόσος Ἁερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος.

Дневной лимит достигнут

Обновите свой тариф, чтобы продолжить использовать функции ИИ с более высокими дневными лимитами.

Сравнить все тарифы →