LXX Psalm Kapittel 86

Psalm 86

LXX · Sammenlign · Lyd

1Τοῖς υἱοῖς Κόρε ψαλμὸς ᾠδῆς. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις· 2ἀγαπᾷ Κύριος τὰς πύλας Σειὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. 3δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ. διάψαλμα. 4μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. 5Μήτηρ Σειών, ἐρεῖ ἄνθρωπος, καί Ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καί Αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. 6Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. 7ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.

Daglig grense nådd

Oppgrader planen din for å fortsette å bruke AI-funksjoner med høyere daglige grenser.

Sammenlign alle planer →