LXX Psalm Kapittel 60

Psalm 60

LXX · Sammenlign · Lyd

1Εἰς τὸ τέλος, ἐν ὕμνοις· ⸂⸆⸃ τῷ Δαυείδ. 2Εἰσάκουσον τῆς δεήσεώς μου, πρόσχες τῆς προσευχῆς μου. 3ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου. ἐν πέτρᾳ ὕψωσάς με, ὡδήγησάς με, 4ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. 5παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, διάψαλμα. σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου. 6ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν προσευχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου. 7ἡμέρας ἐφ᾽ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ, ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. 8διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν; 9οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.

Daglig grense nådd

Oppgrader planen din for å fortsette å bruke AI-funksjoner med høyere daglige grenser.

Sammenlign alle planer →