The First Book of Esdras 5
1Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν, καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν. 2καὶ Δαρεῖος συναπέστειλεν μετ᾽ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ἰερουσαλὴμ μετ᾽ εἰρήνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ αὐλῶν. 3καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες· καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετ᾽ ἐκείνων. 4Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν. 5οἱ ἱερεῖς υἱοὶ Φινεὲς υἱοὶ Ἀαρών, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ τοῦ Σαραίου, καὶ Ἰωακεὶμ ὁ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυείδ, ἐκ τῆς γενεᾶς Φάρες, φυλῆς δὲ Ἰούδα, 6ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν τοῦ πρώτου μηνός. 7εἰσὶν δὲ οὗτοι οἱ ἐκ τῆς Ἰουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετοίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, 8καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴς ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβαβὲλ καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ῥησαίου, Ἐνήνιος, Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Βορολείου, Ῥοείμου, Βαανά, τῶν προηγουμένων αὐτῶν. 9ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φορός, ἑβδομήκοντα δύο χιλιάδες· 10υἱοὶ Ἀρές, ἑπτακόσιοι πεντήκοντα ἕξ. 11υἱοὶ Φθαλειμωάβ, εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ῥοβοάβ, δισχίλιοι ὀκτακόσιοι δύο· 12υἱοὶ Ἰωλάμου, δύο· υἱοὶ Ζατόν, ἐννακόσιοι ἑβδομήκοντα· υἱοὶ Χορβέ, ἑπτακόσιοι πέντε· υἱοὶ Βανεί, ἑξακόσιοι τεσσεράκοντα ὀκτώ· 13υἱοὶ Βηβαί, ἑξακόσιοι τριάκοντα τρεῖς· υἱοὶ Ἀργαί, χίλιοι τριακόσιοι εἴκοσι δύο· 14υἱοὶ Ἀδωνεικάμ, τριάκοντα ἑπτά· υἱοὶ Βοσαί, δισχίλιοι ἑξακόσιοι ἕξ· υἱοὶ Ἀσειλίου, τετρακόσιοι πεντήκοντα τέσσαρες· 15υἱοὶ Ἀζὴρ Ἑζεκίου, υἱοὶ Κειλὰν καὶ Ἀζητάς, ἑζήκοντα ἑπτά· υἱοὶ Ἀζάρου, τετρακόσιοι τριάκοντα δύο· 16υἱοὶ Ἁννείς, ἑκατὸν εἷς· υἱοὶ Ἀρόμ, υἱοὶ Βασσαί, τριακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ἀρσειφουρείθ, 17υἱοὶ Βαιτηροῦς, τρισχίλιοι πέντε· υἱοὶ ἐκ Ῥαγεθλωμῶν, ἑκατὸν εἴκοσι τρεῖς· 18οἱ ἐκ Νετέβας, πεντήκοντα πέντε· οἱ ἐξ Ἐνάτου, ἑκατὸν πεντήκοντα ὀκτώ· οἱ ἐκ Βαιτασμῶν Ζαμμώθ· 19οἱ ἐκ Καρταθειαρειός, εἴκοσι πέντε· οἱ ἐκ Πείρας καὶ Βηρόγ, ἑπτακόσιοι· 20οἱ Χαδιάσαι καὶ Ἁμμίδιοι, τετρακὀσιοι εἴκοσι δύο· οἱ ἐκ Κειράμας Κάββης, ἑξακόσιοι εἴκοσι εἷς· 21οἱ ἐκ Μακαλῶν, ἑκατὸν εἴκοσι δύο· οἱ ἐκ Βετολώ, πεντήκοντα δύο· Νειφεῖς, ἑκατὸν πεντήκοντα ἕξ· 22υἱοὶ Καλαμωκάλου καὶ Ὠνοῦς, ἑπτακόσιοι εἴκοσι πέντε· υἱοὶ Ἰερέχου, διακόσιοι τεσσεράκοντα πέντε· 23υἱοὶ Σαμά, τρισχίλιοι τριακόσιοι εἷς· 24οἱ ἱερεῖς οἱ υἱοὶ Ἰέδδου τοῦ υἱοῦ Ἰησοῦ, εἰς τοὺς υἱοὺς Σαναβείς, ὀκτακόσιοι ἑβδομήκοντα δύο· υἱοὶ Ἐρμήρου, διακόσιοι πεντήκοντα δύο· 25υἱοὶ Φασσόρου, χίλιοι διακόσιοι τεσσεράκοντα ἑπτά· υἱοὶ Χαρυή, διακόσιοι δέκα ἑπτά· 26οἱ Λευεῖται υἱοὶ Ἰησουείς, Κοδοήλου καὶ Βάννου καὶ Σουδίου, ἑβδομήκοντα τέσσαρες· 27υἱοὶ ἱεροψάλται υἱοὶ Ἀσάφ, ἑκατὸν εἴκοσι ὀκτώ· 28οἱ θυρωροί, τετρακόσιοι· οἱ Ἰσμαήλου, υἱοὶ Λακουβάτου, χίλιοι· υἱοὶ Τωβείς, πάντες ἑκατὸν τριάκοντα ἐννέα· 29οἱ ἱερόδουλοι, υἱοὶ Ἠσαύ, υἱοὶ Τασειφά, υἱοὶ Ταβαώθ, υἱοὶ Κηράς, υἱοὶ Σουά, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανά, 30υἱοὶ Ἀκούδ, υἱοὶ Οὐτά, υἱοὶ Κητάβ, υἱοὶ Ἁκκαβά, υἱοὶ Συβαεί, υἱοὶ Ἁνάν, υἱοὶ Κουά, υἱοὶ Κεδδούρ, 31υἱοὶ Ἰαείρου, υἱοὶ Δαισάν, υἱοὶ Νοεβά, υἱοὶ Χασεβά, υἱοὶ Καζηρά, υἱοὶ Ὀζείου, υἱοὶ Φινόε, υἱοὶ Ἀσαρά, υἱοὶ Βασθαί, υἱοὶ Ἀσσανά, υἱοὶ Μανεί, υἱοὶ Ναφεισεί, υἱοὶ Ἀκούφ, υἱοὶ Ἀχειβά, υἱοὶ Ἀσούρ, υἱοὶ Φαρακέμ, υἱοὶ Βασαλέμ, 32υἱοὶ Δεδδά, υἱοὶ Βαχούς, υἱοὶ Σεράρ, υἱοὶ Θόμθει, υἱοὶ Νασεί, υἱοὶ Ἁτεφά· 33υἱοὶ παίδων Σαλωμών, υἱοὶ Ἁσσαφείωθ, υἱοὶ Φαρειδά, υἱοὶ Ἰειηλεί, υἱοὶ Λοζών, υἱοὶ Ἰσδαήλ, υἱοὶ Σαφυεί, 34υἱοὶ Ἁγιά, υἱοὶ Φακαρὲθ Σαβειή, υἱοὶ Σαρωθεί, υἱοὶ Μεισαιάς, υἱοὶ Γάς, υἱοὶ Ἀδδούς, υἱοὶ Σουβάς, υἱοὶ Ἀφερρά, υἱοὶ Βαρωδείς, υἱοὶ Σαφάγ, υἱοὶ Ἀλλών· 35πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομήκοντα δύο. 36οὗτοι ἀναβάντες ἀπὸ θερμέλεθ καὶ θελερσάς· ἡγούμενος αὐτῶν Χαρααθαλὰν καὶ Ἀλλάρ. 37καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεάς, ὡς ἐκ τοῦ Ἰσραήλ εἰσιν· υἱοὶ Ἀσὰν τοῦ υἱοῦ τοῦ Βαενάν, υἱοὶ Νεκωδάν, ἐξακόσιοι πεντήκοντα δύο. 38καὶ ἐκ τῶν ἱῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης, καὶ οὐχ εὑρέθησαν· υἱοὶ Ὁββειά, υἱοὶ Ἁκβώς, υἱοὶ Ἰαδδοὺς τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ. 39καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν. 40καὶ εἶπεν αὐτοῖς Ναμίας καὶ Ἁτθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. 41Οἱ δὲ πάντες ἦσαν Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παὶδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα. παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά. ψάλται καὶ ψαλτῳδοί, διακόσιοι τεσσεράκοντα πέντε. 42κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσεράκοντα πέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε. 43Καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ θεοῦ τὸ ἐν Ἰερουσαλὴμ εὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν, 44καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν. 45καὶ κατοικίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν Ἰερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ἰσραὴλ ἐν ταῖς κώμαις αὐτῶν. 46Ἐνστάντος δὲ τοῦ ἑβδόμου μηνός, καὶ ὄντων τῶν υἱῶν Ἰσραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ. 47καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ θεοῦ Ἰσραήλ, 48προσενέγκαι ἐπ᾽ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ θεοῦ διηγορευμένοις. 49καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς καὶ κατωρθώθησαν ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν· ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς· κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς· καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα Κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινόν. 50καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτὴν ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ᾽ ἡμέραν, ὡς προσῆκον ἦν· 51καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ, καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων. 52καὶ ὅσοι εὔξαντο εὐχὴν τῷ θεῷ ἀπὸ τῆς νουμηνίας τοῦ πρώτου μηνός, ἤρξατο προσφέρειν θυσίας τῷ θεῷ, καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκοδόμητο. 53καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι, καὶ ποτὰ καὶ βρωτὰ καὶ χάρα τοῖς Σειδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν Ἰόππης λιμένα, καὶ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ ΙΙερσῶν βασιλέως. 54καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰς Ἰερονσαλὴμ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευεῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ἰερουσαλήμ, 55καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐν τῷ ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ Ἰερουσαλήμ. 56καὶ ἔστησαν τοὺς Λευείτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου· καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοί, καὶ ὁ Δαμαδιὴλ ὁ ἀδελφός, καὶ οἱ υἱοὶ Ἰησοῦ Ἠμαδαβούν, καὶ οἱ υἱοὶ Ἰούδα τοῦ Εἰλιαδοὺν σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευεῖται ὁμοθυμαδὸν ἐργοδιῶκται, ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ κυρίου· καὶ οἰκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ κυρίου. 57Καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων, καὶ οἱ Λευεῖται υἱοὶ Ἀσὰφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυεὶδ βασιλέα τοῦ Ἰσραήλ. 58καὶ ἐφώνησαν δι᾽ ὕμνων εὐλογοῦντες τῷ κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ἰσραήλ. 59καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ, ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου. 60καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευειτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι ἑωρακότες τὸν πρὸ τοῦ οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου, 61καὶ πολλοὶ διὰ σαλπίγγων, καὶ χαρὰ μεγάλῃ τῇ φωνῇ· 62ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι. 63Καὶ ἀκούσαντες οἱ ἐχθροί τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων, 64καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσιν τὸν ναὸν τῷ κυρίῳ θεῷ Ἰσραήλ. 65καὶ προσελθόντες τῷ Ζοροβαβὲλ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς Συνοικοδομήσομεν ὑμῖν· 66ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ κυρίου ὑμῶν, καὶ αὐτῷ ἐπιθύσομεν ἀπὸ ἡμερῶν Ἀσβακαφὰθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα. 67καὶ εἶπεν αὐτοῖς Ζοροβαβὲλ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραήλ Οὐχ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ θεῷ ἡμῶν· 68ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ κυρίῳ τοῦ Ἰσραήλ, ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν. 69τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ Ἰουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν, 70καὶ βουλὰς καὶ δημαγωγοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου· καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.