The First Book of Esdras 1
1ΚΑΙ ἤγαγεν Ἰωσείας τὸ πάσχα ἐν Ἰερουσαλὴμ τῷ κυρίῳ αὐτοῦ, καὶ ἔθυσαν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου, 2στήσας τοὺς ἱερεῖς κατ᾽ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου. 3καὶ εἶπεν τοῖς Λευείταις, ἱεροδούλοις τοῦ Ἰσραήλ, ἁγιάσαι αὐτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμὼν ὁ τοῦ Δαυεὶδ ὁ βασιλεύς· 4Οὐκ ἔσται ὑμῖν ἆραι ἐπ᾽ ὤμων αὐτήν· καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ἰσραήλ, καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυεὶδ βασιλέως Ἰσραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ· 5καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευειτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραὴλ 6ἐν τάξει, θύσατε τὸ πάσχα, καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν, καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῇ. 7καὶ ἐδωρήσατο Ἰωσείας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ᾽ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευείταις. 8καὶ ἔδωκεν Χελκείας καὶ Ζαχαρίας καὶ Ἠσύηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους. 9καὶ Ἰεχονὶας καὶ Σαμαίας καὶ Ναθαναὴλ ὁ ἀδελφὸς καὶ Σαβίας καὶ Ὀχίηλος καὶ Ἰωρὰμ χιλίαρχοι ἔδωκαν τοῖς Λευείταις εἰς πάσχα πρόβατα χίλια, μόσχους ἑπτακοσίους. 10καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, ἔχοντες τὰ ἄζυμα, κατὰ τὰς φυλὰς καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ, προσενεγκεῖν τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτω τὸ πρωινόν. 11καὶ ὤπτησαν τὸ πάσχα ἐν πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκίοις καὶ λέβησιν μετ᾽ εὐωδίας, καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ. 12μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών. 13οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας· καὶ οἱ Λευεῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών. 14καὶ οἱ ἱεροψάλται υἱοὶ Ἀσὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυεὶδ τεταγμένα, καὶ Ἀσὰφ καὶ Ζαχαρίας καὶ Ἐδδεινοῦς οἱ παρὰ τοῦ βασιλέως. 15καὶ οἱ θυρωροὶ ἐφ᾽ ἑκάστου πυλῶνος· οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν· οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἡτοίμασαν ἑαυτοῖς. 16καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀχθῆναι τὸ πάσχα καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιγέως Ἰωσείου. 17καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά. 18καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτο ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου· 19καὶ πάντες οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον οἷον ἤγαγεν Ἰωσείας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ Ἰουδαῖοι καὶ πᾶς Ἰσραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ἰερουσαλήμ. 20ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἰωσείου ἤχθη τὸ πάσχα τοῦτο. 21καὶ ὠρθώθη τὰ ἔργα Ἰωσείου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας. 22καὶ τὰ κατ᾽ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἔοτιν· καὶ οἱ λόγοι τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ἰσραήλ. 23Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ἰωσείου συνέβη φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμὺς ἐπὶ τοῦ Εὐφράτου· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ἰωσείας. 24καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων Τί ἐμοὶ καὶ σοί ἐστιν, βασιλεῦ τῆς Ἰουδαίας; 25οὐχί πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ θεοῦ, ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν· καὶ νῦν Κύριος μετ᾽ ἑμοῦ ἐμοῦ ἐστιν, καὶ Κύριος μετ᾽ ἐπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιοῦ τῷ κυρίῳ. 26καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσείας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ, οὐ προσέχων ῥήμασιν Ἰερεμίου προφήτου ἐκ στόματος Κυρίου· 27ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μετααδδοῦς· καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς βασιλέα Ἰωσείαν. 28καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως, 29καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς Ἰερουσαλὴμ μετήλλαξεν τὸν βίον αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ. 30καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ ἐπένθησαν τὸν Ἰωσείαν· καὶ ἐθρήνησεν Ἰερεμίας ὁ προφήτης ὑπὲρ Ἰωσείου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γενέσθαι αἰεὶ εἰς πᾶν τὸ γένος Ἰσραήλ. 31ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ἰουδαίας, καὶ τὸ καθ᾽ ἓν πραχθὲν τῆς πράξεως Ἰωσείου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ Κυρίου· τά τε πραχθέντα ὑπ᾽ αὐτοῦ καὶ τὰ νῦν ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα. 32Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ἰεχονίαν υἱὸν Ἰωσείου ἀνέδειξαν βασιλέα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, ὄντα ἐτῶν εἴκοσι τριῶν. 33καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ καὶ Ἰερουσαλὴμ μῆνας τρεῖς· καὶ ἀπεκατέστησεν αὐτὸν βασιλεὺς Αἱγύπτου βασιλεύειν ἐν Ἰερουσαλήμ, 34καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί. 35καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύπτου βασιλέα Ἰωακεὶμ τὸν ἀδελφόν αὐτοῦ βασιλέα τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ. 36καὶ ἔδησεν Ἰωακεὶμ τοὺς μεγιστᾶνας, Ζάριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου. 37Ἐτῶν δὲ ἦν εἴκοσι πέντε Ἰωακεὶμ ὅτε ἐβασίλευσεν τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου. 38μετ᾽ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν ἐν χαλκείῳ δεσμῷ καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα. 39καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσὸρ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι. 40τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων. 41Καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἰωακεὶμ ὁ υἱὸς αὐτοῦ. ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν ὀκτώ. 42βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι Κυρίου. 43Καὶ μετ᾽ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσὸρ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου, 44καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ, Σεδεκίαν ὄντα ἐτῶν εἴκοσι ἑνός· βασιλεύει δὲ ἔτη ἕνδεκα. 45καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καί οὐκ ἐνετράπη ἀπὸ τῶν ῥηθέντων λόγων ὑπὸ Ἰερεμίου τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου. 46καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσὸρ τῷ ὀνόματι τοῦ κυρίου, ἐφιορκήσας ἀπέστη, καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα Κυρίου θεοῦ Ἰσραήλ. 47καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν, καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ἰερουσαλήμ. 48καὶ ἀπέστειλεν ὁ βασιλεὺς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθὸ ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ. 49αὐτοὶ δὲ ἐμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ᾗ ἡμέρᾳ ἐλάλησεν Κύριος, ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ· ἕως οὗ θυμῶντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ᾽ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων. 50οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικύκλῳ τοῦ ἁγίου ἱεροῦ, καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου, ἀλλὰ πάντας παρέδωκαν εἰς τὰς χεῖρας αὐτῶν. 51καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου, τὰ μεγάλα καὶ τὰ μικρά, καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα. 52καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου, καὶ ἔλυσαν τὰ τείχη Ἰερουσαλήμ, καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρί, 53καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι· καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ ῥομφαίας εἰς Βαβυλῶνα. 54καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι οὗ βασιλεῦσαι Πέρσας, εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ἰερεμίου 55Ἕως τοῦ εὐδοκῆσαι τήν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα.