LXX Psaumes Chapitre 93

Psaumes 93

LXX · Comparer · Audio

1Ψαλμὸς τῷ Δαυείδ, τετράδι σαββάτων. Ὁ θεὸς ἐκδικήσεων Κύριος, ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο. 2ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. 3ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; 4φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; 5τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν· 6χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν· 7καὶ εἶπαν Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ θεὸς τοῦ ⸂⸆⸃ Ἰακώβ. 8σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ· καὶ μωροί, ποτὲ φρονήσατε. 9ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας ὀφθαλμούς, οὐ κατανοεῖ; 10ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν; 11Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶν μάταιοι. 12μακάριος ὁ ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν, 13τοῦ πρᾳῦναι αὐτῷ ἀφ᾽ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. 14ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, 15ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. διάψαλμα. 16τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συνπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν; 17εἰ μὴ ὅτι Κύριος ἐβοήθησέν μοι, παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ἡ ψυχή μου. 18εἰ ἔλεγον Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, βοηθεῖ μοι. 19Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου. 20μὴ συνπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; 21θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῷον καταδικάσονται. 22καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν, καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου· 23καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν· ἀφανιεῖ αὐτοὺς Κύριος ὁ θεὸς ἡμῶν.

Limite quotidienne atteinte

Mettez à jour votre plan pour continuer à utiliser les fonctionnalités de l'IA avec des limites quotidiennes plus élevées.

Comparer tous les forfaits →