LXX Psaumes Chapitre 137

Psaumes 137

LXX · Comparer · Audio

1Τῷ Δαυείδ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου· καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι. 2προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ ἅγιόν σου. 3ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει πολλῇ. 4ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου· 5καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι ἡ δόξα Κυρίου μεγάλη· 6ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, ⸂⸆⸃ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. 7ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπ᾽ ὀργὴν ἐχθρῶν ἐξέτεινας χεῖράς μου, καὶ ἔσωσέν με ἡ δεξιά σου. 8Κύριε, ἀνταποδώσεις ὑπὲρ ἐμοῦ· Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.

Limite quotidienne atteinte

Mettez à jour votre plan pour continuer à utiliser les fonctionnalités de l'IA avec des limites quotidiennes plus élevées.

Comparer tous les forfaits →