LXX Ιερεμίας Κεφάλαιο 50

Ιερεμίας 50

1Καὶ ἐγενήθη ὡς ἐπαύσατο Ἰερεμίας λέγων πρὸς τὸν λαὸν τοὺς πάντας λόγους Κυρίου οὓς ἀπέστειλεν αὐτὸν Κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους, 2καὶ εἶπεν Ἀζαρίας υἱὸς Μαασσαίου καὶ Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ Ἰερεμίᾳ λέγοντες Ψεύδη, οὐκ ἀπέστειλέν σε Κύριος πρὸς ἡμᾶς λέγων Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ, 3ἀλλ᾽ ἢ Βαροὺχ υἱὸς Νηρείου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα. 4καὶ οὐκ ἤκουσεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου, κατοικῆσαι ἐν γῇ Ἰούδα. 5καὶ ἔλαβεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Ἰούδα τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ, 6τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως, καὶ τὰς ψυχὰς ἃς κατέλειπεν Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ Ἀχεικάμ, καὶ Ἰερεμίαν τὸν προφήτην καὶ Βαροὺχ υἱὸν Νηρίου, 7καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου, καὶ εἰσῆλθαν εἰς Ταφνάς. 8Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν ἐν Ταφνὰς λέγων 9Λάβε σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Ταφνάς, κατ᾽ ὀφθαλμοὺς ἀνδρῶν Ἰούδα, 10καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Ἰδού ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα ἐπ᾽ αὐτούς, 11καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμόν, καὶ οὓς εἰς ῥομφαίαν εἰς ῥομφαίαν· 12καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν, καὶ ἐνπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτούς, καὶ φθειριεῖ γῆν Αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ. καὶ ἐξελεύσεται ἐν εἰρήνῃ, 13καὶ συντρίψει τοὺς στύλους Ἡλίου πόλεως τοὺς ἐν Ὢν, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.

Ημερήσιο Όριο Φτάσιμο

Αναβαθμίστε το πακέτο σας για να συνεχίσετε να χρησιμοποιείτε τις λειτουργίες ΑΙ με υψηλότερα ημερήσια όρια.

Σύγκριση όλων των προγραμμάτων →