LXX Ιερεμίας Κεφάλαιο 39

Ιερεμίας 39

1 λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος. 2Καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ἰερουσαλήμ, καὶ Ἰερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς ἥ ἐστιν ἐν οἴκῳ βασιλέως, 3ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων Διὰ τί σὺ προφητεύεις λέγων Οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλῶνος καὶ λήμψεται αὐτήν, 4καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, 5καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται. 6Καὶ λόγος Κυρίου ἐγενήθη πρὸς Ἰερεμίαν λέγων 7Ἰδοὺ Ἁναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν. 8καὶ ἦλθεν πρὸς μὲ Ἁναμεὴλ υἱὸς Σαμὼλ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπεν Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμεὶν τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτὸν καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστίν, 9καὶ ἐκτησάμην τὸν ἀγρὸν Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου, καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου, 10καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην, καὶ διεμαρτυράμην μάρτυρας, καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ. 11καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον 12καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου κατ᾽ ὀφθαλμοὺς Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ᾽ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ᾽ ὀφθαλμοὺς τῶν Ἰουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς. 13καὶ συνέταξα τῷ Βαροὺχ κατ᾽ ὀφθαλμοὺς αὐτῶν λέγων 14Οὕτως εἶπεν Κύριος Παντοκράτωρ Λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμένῃ ἡμέρας πλείους. 15ὅτι οὕτως εἶπεν Κύριος Ἔτι κτισθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. 16καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων 17Ὁ ὢν Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν, 18ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ᾽ αὐτούς, ὁ θεὸς ὁ μέγας ὁ ἰσχυρός, 19Κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ· 20ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐν Ἰσραὴλ καὶ ἐν τοῖς γηγενέσιν, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη, 21καὶ ἐξήγαγες τὸν λαόν σου Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ 22καὶ ἐν ὁράμασιν μεγάλοις, καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι. 23καὶ εἰσήλθοσαν καὶ ἔλαβον αὐτήν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου, καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν· ἅπαντα ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν, συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα. 24ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο. 25καὶ σὺ λέγεις πρὸς μέ Κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην, καὶ ἐπεμαρτυράμην μάρτυρας, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων. 26Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 27Ἐγὼ Κύριος ὁ θεὸς πάσης σαρκός, μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι; 28διὰ τοῦτο οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν, 29καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην, καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί, καὶ κατακαύσουσιν τὰς οἰκίας ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ, καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με. 30ὅτι ἦσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ᾽ ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν· 31ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη, ἀφ᾽ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης, ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου, 32διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ἰσραὴλ καὶ Ἰούδα ὧν ἐποίησαν πικρᾶναί με, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ, 33καὶ ἀπέστρεψαν πρὸς μὲ νῶτον καὶ οὐ πρόσωπον, καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα καὶ οὐκ ἤκουσαν ἔτι λαβεῖν παιδείαν. 34καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ ἐν ἀκαθαρσίαις αὐτῶν. 35καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ Ἑννὸμ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μόλοχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλγυμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ἰουδά. 36Καὶ νῦν οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ ἐπὶ τὴν πόλιν ἣν σὺ λέγεις Παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ 37Ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον, καὶ καθιῶ αὐτοὺς πεποιθότας, 38καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν. 39καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν, φοβηθῆναί με πάσας τὰς ἡμέρας, καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ᾽ αὐτούς. 40καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ᾽ ἐμοῦ. 41καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτούς, καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ. 42ὅτι οὕτως εἶπεν Κύριος Καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ᾽ αὐτοὺς πάντα τὰ ἀγαθὰ ἃ ἐλάλησα ἐπ᾽ αὐτούς. 43καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ ᾗ σὺ λέγεις Ἄβατος ἔσται ἀπὸ ἀνθρώπων καὶ κτήνους, καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων· 44καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ, καὶ διαμαρτυρῇ μάρτυρας, ἐν γῇ Βενιαμεὶν καὶ κύκλῳ τῆς Ἰερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα καὶ ἐν πόλεσιν τοῦ ὄρους τῆς σεφηλὰ καὶ ἐν πόλεσιν τῆς νάγεβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.

Ημερήσιο Όριο Φτάσιμο

Αναβαθμίστε το πακέτο σας για να συνεχίσετε να χρησιμοποιείτε τις λειτουργίες ΑΙ με υψηλότερα ημερήσια όρια.

Σύγκριση όλων των προγραμμάτων →