Ιερεμίας 44
1Καὶ ἐβασίλευσεν Σεδεκίας υἱὸς Ἰωσεία ἀντὶ Ἰωακείμ, ὃν ἐβασίλευσεν Ναβουχοδονοσὸρ βασιλεύειν τοῦ Ἰούδα. 2καὶ οὐκ ἤκουσαν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους Κυρίου οὓς ἐλάλησεν ἐν χειρὶ Ἰερεμίου. 3καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν Ἰωαχὰλ υἱὸν Σελεμίου καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς Ἰερεμίαν λέγων Πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον. 4καὶ Ἰερεμίας ἦλθεν καὶ διῆλθεν διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἶκον τῆς φυλακῆς. 5καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν, καὶ ἀνέβησαν ἐπὶ Ἰερουσαλήμ. 6καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν λέγων 7Οὕτως εἶπεν Κύριος Οὕτως ἐρεῖς πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με Ἰδοὺ δύναμις Φαραὼ ἡ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου, 8καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην, καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν πυρί. 9ὅτι οὕτως εἶπεν Κύριος Μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες Ἀποτρέχοντες ἀπελεύσονται ἀφ᾽ ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλθωσιν, 10καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ καταλειφθῶσίν τινες ἐκκεκεντημένοι, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ οὗτοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί. 11Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ἰερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραώ, 12ἐξῆλθεν Ἰερεμίας ἀπὸ Ἰερουσαλὴμ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμεὶν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ. 13καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμείν, καὶ ἐκεῖ ἄνθρωπος παρ᾽ ᾧ κατέλυεν Σαρουιὰ υἱὸς Σελεμίου υἱοῦ Ἁνανίου, καὶ συνέλαβεν τὸν Ἰερεμίαν λέγων Πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις; 14καὶ εἶπεν Ψεῦδος· οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω. καὶ οὐκ εἰσήκουσεν αὐτοῦ, καὶ συνέλαβεν Σαρουιὰ τὸν Ἰερεμίαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας. 15καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ἰερεμίαν καὶ ἐπάταξαν αὐτόν, καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ἰωναθὰμ τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς. 16καὶ ἦλθεν Ἰερεμίας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερέθ, καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς. 17καὶ ἀπέστειλεν Σεδεκίας καὶ ἐκάλεσεν αὐτόν, καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπεῖν Εἰ ἔστιν ὁ λόγος παρὰ Κυρίου; καὶ εἶπεν Ἔστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ. 18καὶ εἶπεν Ἰερεμίας τῷ βασιλεῖ Τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς; 19καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες ὅτι Οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην; 20καὶ νῦν, κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου· καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ἰωναθὰμ τοῦ γραμματέως, καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ; 21καὶ συνέταξεν ὁ βασιλεύς, καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς, καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.