LXX The Book of Tobit অধ্যায় 7

The Book of Tobit 7

1Καὶ ἦλθεν εἰς Ἐκβάτανα καὶ παρεγένετο εἰς τὴν οἰκίαν Ῥαγουήλ, καὶ Σάρρα δὲ ὑπήντησεν αὐτῷ· καὶ ἐχαιρέτισεν αὐτὸν καὶ αὐτὸς αὐτούς. καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν. 2καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ Ὡς ὅμοιος ὁ νεανίσκος Τωβεὶτ τῷ ἀνεψιῷ μου. 3καὶ ἠρώτησεν αὐτοὺς Ῥαγουήλ Πόθεν ἐστέ, ἀδελφοί; καὶ εἶπαν αὐτῷ Ἐκ τῶν υἱῶν Νεφθαλεὶ τῶν αἰχμαλώτων ἐκ Νινευή. 4καὶ εἶπεν αὐτοῖς Γινώσκετε Τωβεὶτ τὸν ἀδελφὸν ἡμῶν; 5οἱ δὲ εἶπαν Καὶ ζῇ καὶ ὑγιαίνει. καὶ εἶπεν Τωβίας Πατήρ μού ἐστιν. 6καὶ ἀνεπήδησεν Ῥαγουήλ, καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε· 7καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου· καὶ ἀκούσας ὅτι Τωβεὶτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς ἑαυτοῦ, ἐλυπήθη καὶ ἔκλαυσεν. 8καὶ Ἔδνα ἡ γυνὴ αὐτοῦ καὶ Σάρρα ἡ θυγάτηρ αὐτοῦ ἔκλαυσαν· καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως. 9καὶ ἔθυσαν κριὸν προβάτων, καὶ παρέθηκαν ὄψα πλείονα. Εἶπεν δὲ Τωβείας τῷ Ῥαφαήλ Ἀζαρία ἀδελφέ, λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ, καὶ τελεσθήτω τὸ πρᾶγμα. 10καὶ μετέδωκεν τὸν λόγον τῷ Ῥαγουήλ. καὶ εἶπεν Ῥαγουὴλ πρὸς Τωβείαν Φάγε, πίε καὶ ἡδέως γίνου, σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν· πλὴν ὑποδείξω τὴν ἀλήθειαν. 11ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν, καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν, ἀπέθνησκον ὑπὸ νύκτα. ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου. καὶ εἶπεν Τωβίας Οὐ γεύομαι οὐδὲν ὧδε ἕως ἂν στήσητε καὶ σταθῆτε πρὸς μέ. καὶ εἶπεν Ῥαγουήλ Κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν· σὺ δὲ ἀδελφὸς εἶ αὐτῆς, καὶ αὐτή σού ἐστιν· ὁ δὲ ἐλεήμων θεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα. 12καὶ ἐκάλεσεν Σάρραν τὴν θυγατέρα αὐτοῦ, καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν Τωβείᾳ γυναῖκα, καὶ εἶπεν Ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου· καὶ εὐλόγησεν αὐτούς. 13καὶ ἐκάλεσεν Ἔδναν τὴν γυναῖκα αὐτοῦ· καὶ λαβὼν βιβλίον ἔγραψεν συνγραφὴν καὶ ἐσφραγίσαντο. 14καὶ ἤρξαντο ἐσθίειν. 15καὶ ἐκάλεσεν Ῥαγουὴλ Ἔδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ Ἀδελφή, ἑτοίμασον τὸ ἕτερον ταμεῖον καὶ εἴσαγε αὐτήν. 16καὶ ἐποίησεν ὡς εἶπεν καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ, καὶ ἔκλαυσεν· καὶ ἀπεδέξατο τὰ δάκρυα τῆς θυγατρὸς αὐτῆς καὶ εἶπεν αὐτῇ 17Θάρσει, τέκνον, ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δῴη σοι χάριν ἀντὶ τῆς λύπης σου ταύτης· θάρσει, θύγατερ.

দৈনিক সীমা পূর্ণ হয়েছে

উচ্চতর দৈনিক সীমা সহ AI বৈশিষ্ট্যগুলি ব্যবহার চালিয়ে যেতে আপনার পরিকল্পনা আপগ্রেড করুন।

সব প্ল্যান তুলনা করুন →