LXX The Book of Tobit অধ্যায় 13

The Book of Tobit 13

1Καὶ Τωβεὶτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ, 2ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεᾷ, κατάγει εἰς ᾅδην καὶ ἀνάγει, καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ. 3ἐξομολογεῖσθε αὐτῷ, οἱ υἱοὶ Ἰσραήλ, ἐνώπιον τῶν ἐθνῶν, ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς. 4ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ, ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος· καθότι αὐτὸς κύριος ἡμῶν, καὶ θεὸς αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας. 5καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν, καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν, οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς. 6ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῇ ψυχῇ ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν, τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ᾽ ὑμῶν. καὶ θεάσασθε ἃ ποιήσει μεθ᾽ ὑμῶν, καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ σώματι ὑμῶν· καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης, καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων. ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ, καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνη ἁμαρτωλῶν. ἐπιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ· τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν; 7τὸν θεόν μου ὑψῶ, καὶ ἡ ψυχή μου τῷ βασιλεῖ τοῦ οὐρανοῦ, καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ. 8λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν Ἰεροσολύμοις. 9Ἰεροσόλυμα πόλις ἁγίου· μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου, καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων. 10ἐξομολογοῦ τῷ κυρίῳ ἀγαθῶς, καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων, ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ σοι μετὰ χαρᾶς· καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. 11ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα Κυρίου τοῦ θεοῦ, δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ· γενεαὶ γενεῶν δώσουσίν σοι ἀγαλλίαμα. 12ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε, εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα. 13χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων, ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τῶν δικαίων. 14ὢ μακάριοι οἱ ἀγαπῶντές σε· χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου. μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ ταῖς μάστιξίν σου, ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου· καὶ εὐφρανθήσεται εἰς τὸν αἰῶνα ἡ ψυχή μου. 15εὐλόγει τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν, 16ὅτι οἰκοδομηθήσεται Ἰερουσαλὴμ σαπφείρῳ καὶ σμαράγδῳ, καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου, καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες χρυσίῳ καθαρῷ, 17καὶ αἱ πλατεῖαι Ἰερουσαλὴμ βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ ἐκ Σουφεὶρ ψηφολογηθήσονται. 18καὶ ἐροῦσιν πᾶσαι αἱ ῥῦμαι αὐτῆς ἁλληλουιὰ καὶ αἴνεσιν, λέγοντες Εὐλογητὸς ὁ θεὸς ὃς ὕψωσεν πάντας τοὺς αἰῶνας.

দৈনিক সীমা পূর্ণ হয়েছে

উচ্চতর দৈনিক সীমা সহ AI বৈশিষ্ট্যগুলি ব্যবহার চালিয়ে যেতে আপনার পরিকল্পনা আপগ্রেড করুন।

সব প্ল্যান তুলনা করুন →