The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 48
1καὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο· 2ὃς ἐπήγαγεν ἐπ᾽ αὐτοὺς λιμόν, καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς· 3ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν, κατήγαγεν οὕτως τρὶς πῦρ. 4ὡς ἐδοξάσθης, Ἠλεία, ἐν τοῖς θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι; 5ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ Ὑψίστου· 6ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπωλίαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν· 7ἀκούων ἐν Σεινὰ ἐλεγμὸν καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως· 8ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα, καὶ προφήτας διαδόχους μετ᾽ αὐτόν· 9ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων· 10ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιρούς, κοπάσαι ὀργὴν πρὸ θυμοῦ καὶ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς Ἰακώβ. 11⸂⸆⸃ μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι, καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα. 12Ἠλείας ὃς ἐν λαίλαπι ἐσκεπάσθη· καὶ Ἐλεισαῖε ἐνεπλήσθη πνεύματος αὐτοῦ, καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς. 13πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν, καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ· 14καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα, καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ. 15ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαός, καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ, καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων τῷ οἴκῳ Δαυείδ. 16τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας. 17Ἑζεκίας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ, καὶ εἰσήγαγεν εἰς μέσον αὐτῶν τὸν Γώγ· ὤρυξεν σιδήρῳ ἀκρότομον, καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα. 18ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρεὶμ καὶ ἀπέστειλεν Ῥαψάκην, καὶ ἀπῆρεν· καὶ ἐπῆρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σειών, καὶ ἐμεγαλαύχησεν ὑπερηφανίᾳ αὐτοῦ. 19τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι· 20καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα, ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν, καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἠσαίου· 21ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ. 22ἐποίησεν γὰρ Ἑζεκίας τὸ ἀρεστὸν Κυρίῳ, καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο Ἠσαίας ὁ προφήτης ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ. 23ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ προσέθηκεν ζωὴν βασιλεῖ· 24πνεύματι μεγάλῳ ἴδεν τὰ ἔσχατα, καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σειών· 25ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.