The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 12

1ὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου. 2εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ παρὰ αὐτοῦ, ἀλλὰ παρὰ Ὑψίστου. 3οὐκ ἔστιν ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ. 4δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ. 5εὖ ποίησον τῷ ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς οἷς ἂν ποιήσῃς αὐτῷ. 6ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλούς, καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν. 7δὸς τῷ ἀγαθῷ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ. 8Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός. 9ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται. 10μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ· 11καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συνκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ᾽ αὐτοῦ, καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν. 12μὴ στήσῃς αὐτὸν παρὰ σεαυτόν, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μή ποτε ζητήσῃ τὴν καθέδραν σου, καὶ ἐπ᾽ ἐσχάτῳ ἐπιγνώσῃ τοὺς λόγους μου, καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ. 13τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις; 14οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συνφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. 15ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ. 16καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρός, καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, ⸂⸆⸃ καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφ᾽ αἵματος· 17κακὰ ἂν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου, καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου· 18κινήσει τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ, καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.

দৈনিক সীমা পূর্ণ হয়েছে

উচ্চতর দৈনিক সীমা সহ AI বৈশিষ্ট্যগুলি ব্যবহার চালিয়ে যেতে আপনার পরিকল্পনা আপগ্রেড করুন।

সব প্ল্যান তুলনা করুন →