LXX The Book of Tobit Chương 5

The Book of Tobit 5

LXX · So sánh · Âm thanh

1Καὶ ἀποκριθεὶς Τωβίας εἶπεν αὐτῷ Πάτερ, ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι. 2ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον, καὶ οὐ γινώσκω αὐτόν; 3καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον, καὶ εἶπεν αὐτῷ Ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθὸν ἕως ζῶ, καὶ λάβε πορευθεὶς τὸ ἀργύριον. 4καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον, καὶ εὗρεν Ῥαφαὴλ ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει· 5καὶ εἶπεν αὐτῷ Εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδείας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων; 6καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Πορεύσομαι μετὰ σοῦ, καὶ τῆς ὁδοῦ ἐμπειρῶ, καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην. 7καὶ εἶπεν αὐτῷ Τωβίας Ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί. 8καὶ εἶπεν αὐτῷ Πορεύου καὶ μὴ χρονίσῃς. 9Καὶ εἰσελθὼν εἶπεν τῷ πατρί Ἰδοὺ εὕρηκα ὃς συνπορεύσεταί μοι. ὁ δὲ εἶπεν Φώνησον αὐτὸν πρὸς μέ, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν, καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ. 10καὶ ἐκάλεσεν αὐτόν· καὶ εἰσῆλθεν, καὶ ἠσπάσαντο ἀλλήλους. 11καὶ εἶπεν αὐτῷ Τωβείτ Ἀδελφέ, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ; ὑπόδειξόν μοι. 12καὶ εἶπεν αὐτῷ Φυλὴν καὶ πατριὰν σὺ ζητεῖς, ἢ μίσθιον ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβείτ Βούλομαι, ἀδελφέ, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα. 13ὃς δὲ εἶπεν Ἐγὼ Ἀζαρίας Ἁνανίου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου. 14καὶ εἶπεν αὐτῷ Ὑγιαίνων ἔλθοις, ἀδελφέ· καὶ μή μοι ὀργισθῇς ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ Ἁνανίαν καὶ Ἰαθὰν τοὺς υἱοὺς Σεμεοῦ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς Ἰεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν· ἐκ ῥίζης καλῆς εἶ, ἀδελφέ. 15ἀλλ᾽ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι; δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου; 16καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε. 17εὐδόκησαν οὕτως· καὶ εἶπεν πρὸς Τωβίαν Ἕτοιμος γίνου πρὸς τὴν ὁδόν· καὶ εὐοδωθείητε. καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν· καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ Πορεύου μετὰ τοῦ ἀνθρώπου· ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συνπορευθήτω ὑμῖν. καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν, καὶ ὁ κύων τοῦ παιδαρίου μετ᾽ αὐτῶν. 18Ἔκλαυσεν δὲ Ἅννα ἡ μήτηρ αὐτοῦ, καὶ εἶπεν πρὸς Τωβείτ Τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν; 19ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο. 20ὡς γὰρ δέδοται ἡμῖν ζῇν παρὰ τοῦ κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει. 21καὶ εἶπεν αὐτῇ Τωβείτ Μὴ λόγον ἔχε, ἀδελφή· ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν. 22ἄγγελος γὰρ ἀγαθὸς συνπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων.

Đã đạt giới hạn hàng ngày

Nâng cấp gói của bạn để tiếp tục sử dụng các tính năng AI với giới hạn hàng ngày cao hơn.

So sánh tất cả các gói →