LXX Psalm Chương 121

Psalm 121

LXX · So sánh · Âm thanh

1δὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι Εἰς οἶκον Κυρίου πορευσόμεθα· 2ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἰερουσαλήμ. 3Ἰερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. 4ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ Κυρίου, μαρτύριον τοῦ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου· 5ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυείδ, 6καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε· ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τῇ Ἰερουσαλήμ. 7γενέσθω δὴ εἰρήνη σου ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσίν σου, 8ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου. ἐλάλουν δὲ εἰρήνην περὶ σοῦ· 9ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησά σοι.

Đã đạt giới hạn hàng ngày

Nâng cấp gói của bạn để tiếp tục sử dụng các tính năng AI với giới hạn hàng ngày cao hơn.

So sánh tất cả các gói →