The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 49

1μνημόσυνον Ἰωσείου εἰς σύνθεσιν θυμιάματος, ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται, καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου. 2αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ, καὶ ἐξῆρεν βδελύγματα ἀνομίας· 3κατεύθυνεν πρὸς Κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν. 4παρὲξ Δαυεὶδ καὶ Ἑζεκίου καὶ Ἰωσείου πάντες πλημμελίαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, οἱ βασιλεῖς Ἰούδα ἐξέλιπον. 5ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ· 6ἐνεπύρισεν ἐκλεκτὴν πόλιν ἁγιάσματος, καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς ἐν χειρὶ Ἰερεμίου· 7ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης, ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν. 8Ἰεζεκιήλ, ὃς εἶδεν ὅρασιν δὸξης ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος χερουβείμ· 9καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ, καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς. 10καὶ τῶν ιβ᾽ προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν. παρεκάλεσεν δὲ τὸν Ἰακώβ, καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος. 11πῶς μεγαλύνωμεν τὸν Ζοροβαβέλ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός. 12οὕτως Ἰησοῦς υἱὸς ⸆ Ἰωσεδέκ· οἳ ἐν ἡμέραις αὐτῶν οἰκοδόμησαν οἶκον καὶ ἀνύψωσαν λαὸν ἅγιον Κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος. 13καὶ νέμουσιν ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα, καὶ στήσαντος πύλας καὶ μοχλούς, καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν. 14οὐδὲ εἷς ἐκτίσθη οἷος Ἑνὼχ τοιοῦτος ἐπὶ τῆς γῆς, καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς· 15ὁ δὲ Ἰωσὴφ ἐγενήθη ἀνήρ, ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν. 16Σὴμ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν, καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει Ἀδάμ.

Щоденний ліміт досягнутий

Оновіть свій план, щоб продовжити використання можливостей ШІ з вищими щоденними лімітами.

Порівняти всі тарифи →