LXX Mezmurlar Bölüm 139

Mezmurlar 139

LXX · Karşılaştır · Ses

1Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός. 2Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, 3οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· 4ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. διάψαλμα. 5φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου· 6ἔκρυψαν ὑπερήφανοι παγίδα μοι, καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου· ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι. διάψαλμα. 7εἶπα τῷ κυρίῳ Θεός μου εἶ σύ· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. 8Κύριε κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. 9μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ᾽ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μή ποτε ὑψωθῶσιν. διάψαλμα. 10ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. 11πεσοῦνται ἐπ᾽ αὐτοὺς ἄνθρακες πυρὸς ἐπὶ τῆς γῆς, καὶ καταβαλεῖς αὐτούς. ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν· 12ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς καταφθοράν. 13ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων. 14πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς ἐν τῷ προσώπῳ σου.

Günlük Limit Ulaşıldı

Yapay Zeka özelliklerini daha yüksek günlük limitlerle kullanmaya devam etmek için planınızı yükseltin.

Tüm planları karşılaştır →