Levililer 7
1Οὗτος ὁ νόμος θυσίας σωτηρίου ἣν προσοίσουσιν Κυρίῳ. 2ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ, λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· 3ἐπ᾽ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου. 4καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ ἀφαίρεμα Κυρίῳ· τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται· 5καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου, αὐτῷ ἔσται· καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται, οὐ καταλείψουσιν ἀπ᾽ αὐτοῦ εἰς τὸ πρωί. 6κἂν εὐχὴν ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται, καὶ τῇ αὔριον· 7καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται. 8ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτό, οὐ λογισθήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχὴ ἥτις ἐὰν φάγῃ ἀπ᾽ αὐτοῦ τὴν ἁμαρτίαν λήμψεται. 9καὶ κρέα ὅσα ἐὰν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται· πᾶς καθαρὸς φάγεται κρέα. 10ἡ δὲ ψυχὴ ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστιν Κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾽ αὐτοῦ· ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. 11καὶ ψυχὴ ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων ἢ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστιν Κυρίου, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. 12Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 13Λάλησον τοῖς υἱοῖς Ἰσραήλ Πᾶν στέαρ βοῶν καὶ προβάτων καὶ αἰγῶν οὐκ ἔδεσθε. 14καὶ στέαρ θνησιμαίων καὶ θηριάλωτον ποιηθήσεται εἰς πᾶν ἔργον, καὶ εἰς βρῶσιν οὐ βρωθήσεται· 15πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν ὧν προσάξει αὐτῶν κάρπωμα Κυρίου, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. 16πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ γῇ κατοικίᾳ ὑμῶν ἀπό τε τῶν πετεινῶν καὶ ἀπὸ τῶν κτηνῶν. 17πᾶσα ψυχὴ ἣ ἂν φάγῃ αἷμα, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. 18Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 19Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων Ὁ προσφέρων θυσίαν σωτηρίου Κυρίῳ οἴσει τὸ δῶρον αὐτοῦ Κυρίῳ καὶ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου· 20αἱ χεῖρες αὐτοῦ προσοίσουσιν τὰ καρπώματα Κυρίῳ· τὸ στέαρ τὸ ἐπὶ τοῦ στηθυνίου καὶ τὸν λοβὸν τοῦ ἥπατος, προσοίσει αὐτὰ ὥστε ἐπιθεῖναι δόμα ἔναντι Κυρίου. 21καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ ἔσται τὸ στηθύνιον Ἀαρὼν καὶ ἔσται τοῖς υἱοῖς αὐτοῦ. 22καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν· 23ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου καὶ τὸ στέαρ τὸ ἀπὸ τῶν υἱῶν Ἀαρών, αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι. 24τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν, καὶ ἔδωκα αὐτὰ Ἀαρὼν τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ, νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ. 25Αὕτη ἡ χρίσις Ἀαρὼν καὶ ἡ χρίσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων Κυρίου, ἐν ᾗ ἡμέρᾳ προσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ κυρίῳ, 26καθὰ ἐνετείλατο Κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτοὺς παρὰ τῶν υἱῶν Ἰσραήλ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν. 27οὗτος ὁ νόμος τῶν ὁλοκαυτωμάτων καὶ θυσίας καὶ περὶ ἁμαρτίας καὶ τῆς πλημμελίας καὶ τῆς τελειώσεως καὶ τῆς θυσίας τοῦ σωτηρίου, 28ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σεινά, ᾗ ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς Ἰσραὴλ προσφέρειν τὰ δῶρα αὐτῶν ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σεινά.