LXX Eyüp Bölüm 39

Eyüp 39

LXX · Karşılaştır · Ses

1εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; 2ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας; 3ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου; ὠδῖνας αὐτῶν ἐξαποστελεῖς; 4ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς. 5τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; 6ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα. 7καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων, 8κατασκέψεται ὄρη, νομὴν αὐτοῦ, καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ. 9βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι, ἤ κοιμηθῆναι ἐπὶ φάτνης σου; 10δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ; 11πέποιθας δὲ ἐπ᾽ αὐτῷ, ὅτι πολλὴ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; 12πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα; 13πτέρυξ τερπομένων, ἐὰν συλλάβῃ ἁσιδὰ καὶ νεσσά· 14ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς, καὶ ἐπὶ χοῦν θάλψει· 15καὶ ἐπελάθοντο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει. 16ἀπεσκλήρυνεν τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν· εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου. 17ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν, καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει. 18κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ. 19ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; 20περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ; 21ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι· 22συναντῶν βασιλεῖ καταγελᾷ, καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου. 23ἐπ᾽ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, 24καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν· καὶ οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ. 25σάλπιγγος δὲ σημαινούσης λέγει Εὖγε· πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ. 26ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος, καθορῶν τὰ πρὸς νότον; 27ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται, 28ἐπ᾽ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; 29ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν· 30νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ᾽ ἂν ὦσι τεθνεῶτες παραχρῆμα εὑρίσκονται. 31Καὶ ἀπεκρίθη Κύριος ὁ θεὸς τῷ Ἰὼβ καὶ εἶπεν 32Μὴ κρίσιν μετὰ Ἱκανοῦ ἐκκλινεῖ; ἐλέγχων δὲ θεὸν ἀποκριθήσεται αὐτήν; 33Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ 34Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου. 35ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.

Günlük Limit Ulaşıldı

Yapay Zeka özelliklerini daha yüksek günlük limitlerle kullanmaya devam etmek için planınızı yükseltin.

Tüm planları karşılaştır →