The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 50

LXX · Karşılaştır · Ses

1Σίμων Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτοῦ ὑπέραψεν οἶκον, καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσεν τὸν ναόν· 2καὶ ὑπ᾽ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς, ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ· 3ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων, χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον· 4ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως, καὶ ἐνισχύσας πόλιν ἐνπολιορκῆσαι. 5ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος· 6ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφέλης, ὡς σελήνη πλήρης ἐν ἡμέραις· 7ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν Ὑψίστου, καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης· 8ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπ᾽ ἐξόδων ὕδατος, ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους· 9ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρίου· ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ· 10ὡς ἐλαία ἀναθάλλουσα καρπούς. καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις, 11ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης, καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος, ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασεν περιβολὴν ἁγιάσματος· 12ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παρ᾽ ἐσχάρᾳ βωμοῦ, κυκλόθεν αὐτὸς στέφανος ἀδελφῶν ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ, καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων· 13καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν, καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ· 14καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν, κοσμῆσαι προσφορὰν Ὑψίστου Παντοκράτορος, 15ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ, καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς, ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας Ὑψίστῳ Πανβασιλεῖ. 16τότε ἀνέκραγον υἱοὶ Ἀαρών, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν, ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι Ὑψίστου· 17τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσεν, καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν Παντοκράτορι θεῷ τῷ ὑψίστῳ· 18καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος· 19καὶ ἐδεήθη ὁ λαὸς Κυρίου Ὑψίστου ἐν προσευχῇ κατέναντι Ἐλεήμονος, ἕως συντελεσθῇ κόσμος Κυρίου καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν. 20τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ἰσραήλ, δοῦναι εὐλογίαν Κυρίῳ ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι· 21καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν παρὰ Ὑψίστου. 22καὶ νῦν εὐλογήσατε τῷ θεῷ πάντες τῷ μεγαλοποιοῦντι πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας, καὶ ποιοῦντα μεθ᾽ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ· 23δῴη ὑμῖν εὐφροσύνην καρδίας, καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ἰσραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, 24ἐνπιστεῦσαι μεθ᾽ ἡμῶν τὸ ἔλεος αὐτοῦ, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς. 25ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος· 26οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, Φυλιστιείμ, καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις. 27Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ, Ἰησοῦς υἱὸς Σειρὰχ Ἐλεαζὰρ ὁ Ἰεροσολυμείτης, ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ. 28μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται· 29ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει· ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ.

Günlük Limit Ulaşıldı

Yapay Zeka özelliklerini daha yüksek günlük limitlerle kullanmaya devam etmek için planınızı yükseltin.

Tüm planları karşılaştır →