เยเรมีย์ 29
1Ἐπὶ τοὺς ἀλλοφύλους. Τάδε λέγει Κύριος 2Ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ, καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα, καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνθρωποι, καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικοῦντες τὴν γῆν 3ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ. οὐκ ἐπέστρεψαν πατέρες ἐφ᾽ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν, 4ἐν τῇ ἡμέρᾳ τῇ ἐπερχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους. καὶ ἀφανιῶ τὴν Τύρον καὶ τὴν Σειδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν, ὅτι ἐξολεθρεύσει Κύριος τοὺς καταλοίπους τῶν νήσων. 5ἥκει φαλάκρωμα ἐπὶ Γάζαν, ἀπερίφη Ἀσκάλων καὶ οἱ κατάλοιποι Ἐνακείμ. 6ἕως τίνος κόψεις, ἡ μάχαιρα τοῦ κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηθι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρθητι. 7πῶς ἡσυχάσει; καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκάλωνα καὶ ἐπὶ τὰς παραθαλασσίους, ἐπὶ τὰς καταλοίπους, ἐπεγερθῆναι. 8Τῇ Ἰδουμαίᾳ. Τάδε λέγει Κύριος Οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμάν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ὤχετο σοφία αὐτῶν, 9ἠπατήθη ὁ τόπος αὐτῶν· βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδάμ, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ᾽ αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπ᾽ αὐτόν. 10ὅτι τρυγηταὶ ἦλθον οἳ οὐ καταλείψουσίν σοι κατάλιμμα· ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν. 11ὅτι ἐγὼ κατέσυρα τὸν Ἠσαύ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ γείτονός μου, καὶ οὐκ ἔστιν 12ὑπολιπέσθαι ὀρφανόν σου ἵνα ζήσεται· καὶ ἐγὼ ζήσομαι, καὶ χῆραι ἐπ᾽ ἐμὲ πεποίθασιν. 13ὅτι τάδε εἶπεν Κύριος Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς, 14ὅτι κατ᾽ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα. 15ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν Συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον. 16μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις. 17ἡ παιγνία σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε. 18καὶ ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπ᾽ αὐτὴν συριεῖ. 19ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν Κύριος Παντοκράτωρ, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ ἐνοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου. 20ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ᾽ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπ᾽ αὐτὴν ἐπιστήσατε. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν ὃς στήσεται κατὰ πρόσωπόν μου; 21διὰ τοῦτο ἀκούσατε βουλὴν Κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ἰδουμαίαν, καὶ λογισμὸν αὐτοῦ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμάν Ἐὰν μὴ συνψηθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπ᾽ αὐτὴν κατάλυσις αὐτῶν· 22ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐφοβήθη ἡ γῆ, καὶ κραυγὴ θαλάσσης οὐκ ἠκούσθη. 23ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτείνει τὰς πτέρυγας ἐπ᾽ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ἰδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης.