LXX Psalm Sura 19

Psalm 19

LXX · Linganisha · Sauti

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ. 2Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. 3ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου· 4μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. διάψαλμα. 5δῴη σοι κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 6ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου. 7νῦν ἔγνων ὅτι ἔσωσεν Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 8οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 9αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 10Κύριε, σῶσον τὸν βασιλέα σου, καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

Kikomo cha Kila Siku Kimefikia

Boresha mpango wako ili kuendelea na matumizi ya vipengele vya AI na mipango ya juu ya kila siku.

Linganisha mipango yote →