LXX Hosea Sura 6

Hosea 6

LXX · Linganisha · Sauti

1ν θλίψει αὐτῶν ὀρθριοῦσι πρὸς μὲ λέγοντες Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἣρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς, 2ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναστησόμεθα, καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, 3καὶ γνωσόμεθα· διώξομεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος γῇ. 4Τί σοι ποιήσω, Ἐφράιμ; τί σοι ποιήσω, Ἰούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. 5διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται. 6διότι ἔλεος θέλω ἢ θυσίαν, καὶ ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα. 7αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέν μου 8Γαλαάδ, πόλις ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ, 9καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν 10ἐν τῷ οἴκῳ τοῦ Ἰσραήλ· εἶδον φρικώδη ἐκεῖ, πορνείαν τοῦ Ἐφράιμ· ἐμιάνθη Ἰσραὴλ καὶ Ἰουδά. 11Ἄρχου τρυγᾷν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου,

Kikomo cha Kila Siku Kimefikia

Boresha mpango wako ili kuendelea na matumizi ya vipengele vya AI na mipango ya juu ya kila siku.

Linganisha mipango yote →