LXX Isaiah Sura 15

Isaiah 15

LXX · Linganisha · Sauti

1Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβείτιδος. Νυκτὸς ἀπολεῖται ἡ Μωαβεῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβείτιδος. 2λυπεῖσθε ἐφ᾽ ἑαυτούς, ἀπολεῖται γὰρ καὶ Δηβών, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαὺ τῆς Μωαβείτιδος. ὀλολύξατε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι, 3ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ. 4ὅτι κέκραγεν Ἑσεβὼν καὶ Ἐλεαλή, ἕως Ἰάσσα ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβείτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται. 5ἡ καρδία τῆς Μωαβείτιδος βοᾷ ἐν αὐτῇ ἕως Σήγωρ· δάμαλις γάρ ἐστιν τριετής, ἐπὶ δὲ τῆς ἀναβάσεως Λουεὶθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἁρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμὸς, 6τὸ ὕδωρ τῆς Νεμηρεὶμ ἔρημος ἔσται καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. 7μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας καὶ λήμψονται αὐτήν. 8συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβείτιδος τῆς Ἀγαλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ. 9τὸ δὲ ὕδωρ τὸ Δειμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Δειμὼν Ἄραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τὸ κατάλοιπον Ἀδαμά.

Kikomo cha Kila Siku Kimefikia

Boresha mpango wako ili kuendelea na matumizi ya vipengele vya AI na mipango ya juu ya kila siku.

Linganisha mipango yote →