The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 10

LXX · Linganisha · Sauti

1Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται. 2κατὰ τὸν κριτὴν τοῦ λαοῦ αὐτοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν. 3βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν. 4ἐν χειρὶ Κυρίου ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ᾽ αὐτῆς. 5ἐν χειρὶ Κυρίου εὐοδία ἀνδρός, καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ. 6Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον, καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως. 7μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, καὶ ἐξ ἀμφοτέρων πλημμελήσει ἄδικα. 8βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα. 9τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ. 10μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει. 11ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία, σκώληκας. 12ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου, καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ. 13ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία, καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα. διὰ τοῦτο παρεδόξασεν Κύριος τὰς ἐπαγωγάς, καὶ κατέστρεψεν εἰς τέλος αὐτούς· 14θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος, καὶ ἐκάθισεν πρᾳεῖς ἀντ᾽ αὐτῶν· 15ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος, καὶ ἐφύτευσεν ταπεινοὺς ἀντ᾽ αὐτῶν· 16χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος, καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς· 17ἐξήρανεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτούς, καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν. 18οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία, οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν. 19σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου· σπέρμα ἔντιμον ποῖον; οἱ φοβούμενοι τὸν κύριον. σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου· σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς. 20ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος, καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ. 22πλούσιος καὶ ἔνδοξος καὶ πτωχός, τὸ καύχημα αὐτῶν φόβος Κυρίου. 23οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, καὶ οὐ καθῆκεν δοξάσαι ἄνδρα ἁμαρτωλόν. 24μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν κύριον. 25οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσιν, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει. 26Μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου, καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου. 27κρείσσων ἐργαζόμενος ἐν πᾶσιν ἢ περιπατῶν, ἢ δοξαζόμενος καὶ ἀπορῶν ἄρτων. 28τέκνον, ἐν πρᾳύτητι δόξασον τὴν ψυχήν σου, καὶ δὸς αὐτῇ τιμήν κατὰ τὴν ἀξίαν αὐτῆς. 29τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει; καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ; 30πτωχὸς δοξάζεται δι᾽ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ. 31ὁ δὲ δοξαζόμενος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ, ἐν πτωχείᾳ ποσαχῶς;

Kikomo cha Kila Siku Kimefikia

Boresha mpango wako ili kuendelea na matumizi ya vipengele vya AI na mipango ya juu ya kila siku.

Linganisha mipango yote →