LXX 4 Maccabees Sura 2

4 Maccabees 2

LXX · Linganisha · Sauti

1Καὶ τί θαυμαστόν, εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται; 2ταύτῃ γοῦν ὁ σώφρων Ἰωσὴφ ἐπαινεῖται, ὅτι τῷ λογισμῷ διανοίᾳ περιεκράτησεν τῆς ἡδυπαθείας. 3νέος γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσεν τῷ λογισμῷ τὸν τῶν παθῶν οἶστρον. 4οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται, ἀλλὰ καὶ πάσης ἐπιθυμίας. 5λέγει γοῦν ὁ νόμος Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐδὲ ὅσα τῷ πλησίον σού ἐστιν. 6καίτοι ὅτε μὴ ἐπιθυμεῖν εἴρηκεν ἡμᾶς ὁ νόμος, πολὺ πλέον πείσαιμ᾽ ἂν ὑμᾶς ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμός, ὥσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν. 7ἐπεὶ τίνα τρόπον μονοφάγος τις ὢν τὸ ἦθος καὶ γαστρίμαργος καὶ μέθυσος μεταπαιδεύεται, εἰ μὴ δῆλον ὅτι κύριός ἐστιν τῶν παθῶν ὁ λογισμός; 8αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος, κἂν φιλάργυρός τις εἴη, βιάζεται τὸν ἑαυτοῦ τρόπον, τοῖς δεομένοις δανίζων χωρὶς τόκων, καὶ τὸ δάνιον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος. 9κἂν φειδωλός τις ᾖ, ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμόν, μήτε ἐπικαρπούμενος τοὺς ἀμήτους, μήτε ἐπιρωγολογούμενος τοὺς ἀμπελῶνας· καὶ ἐπὶ τῶν ἑτέρων δ᾽ ἔστιν ἐπιγνῶναι τοῦθ᾽, ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν. 10ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ, μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι᾽ αὐτούς· 11καὶ τῆς πρὸς γαμετῆς φιλίας ἐπικρατεῖ, διὰ παρανομίαν αὐτὴν ἀπελέγχων· 12καὶ τῆς τέκνων φιλίας κυριεύει, διὰ κακίαν αὐτῶν κολάζων· καὶ τῆς φίλων συνηθείας δεσπόζει, διὰ πονηρίας αὐτοὺς ἐξελέγχων. 13καὶ μὴ νομίσητε παράδοξον εἶναι, ὅπου καὶ ἔχθραν ὁ λογισμὸς ἐπικρατεῖν δύναται διὰ τὸν νόμον, 14μηδὲ δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτά, τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασιν διασώζων, καὶ τὰ πεπτωκότα συνεγείρων. 15Καὶ διὰ τῶν βιαιοτέρων δὲ παθῶν κρατεῖν ὁ λογισμὸς φαίνεται, φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονίας καὶ μεγαλαυχίας καὶ βασκανίας. 16πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς ἀπωθεῖται, ὥσπερ καὶ τὸν θυμόν· καὶ γὰρ τούτου δεσπόζει. 17θυμούμενος γέ τοι Μωσῆς κατὰ Δαθὰν καὶ Ἀβειρών, οὐ θυμῷ τι κατ᾽ αὐτῶν ἐποίησεν, ἀλλὰ λογισμῷ τὸν θυμὸν διῄτησεν. 18δυνατὸς γὰρ ὁ σώφρων νοῦς, ὡς ἔφην, κατὰ τῶν παθῶν ἀριστεῦσαι, καὶ τὰ μὲν αὐτῶν μεταθεῖναι, τὰ δὲ καὶ ἀκυρῶσαι. 19ἐπεὶ διὰ τί ὁ πάνσοφος ἡμῶν πατὴρ Ἰακὼβ τοὺς περὶ Συμεὼν καὶ Λευεὶν αἰτιᾶται μὴ λογισμῷ τοὺς Σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας, λέγων Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν; 20εἰ μὴ γὰρ ἐδύνατο τῶν θυμῶν ὁ λογισμὸς κρατεῖν, οὐκ ἂν εἶπεν οὕτως. 21ὁπηνίκα γὰρ ὁ θεὸς τὸν ἄνθρωπον κατεσκεύασεν, τὰ πάθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν· 22καὶ τηνικαῦτα δὲ περὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισεν· 23καὶ τούτῳ νόμον ἔδωκεν, καθ᾽ ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν. 24Πῶς οὖν, εἴποι τις ἄν, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ κρατεῖ;

Kikomo cha Kila Siku Kimefikia

Boresha mpango wako ili kuendelea na matumizi ya vipengele vya AI na mipango ya juu ya kila siku.

Linganisha mipango yote →