Псалми 120
1ᾨδὴ τῶν ἀναβαθμῶν. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη· πόθεν ἥξει ἡ βοήθειά μου; 2ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 3μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε. 4ἰδοὺ οὐ νυστάξει οὐδὲ ἐξυπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. 5Κύριος φυλάξει σε, Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου· 6ἡμέρας ὁ ἥλιος οὐκ ἐκκαύσει σε, καὶ ἡ σελήνη τὴν νύκτα. 7Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξαι τὴν ψυχήν σου. 8Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.