Јеремија 31
1Τῇ Μωάβ. Οὕτως εἶπεν Κύριος Οὐαὶ ἐπὶ Ναβαύ, ὅτι ὤλετο· ἐλήμφθη Καριαθέμ, ᾐσχύνθη Ἁμὰθ καὶ Ἁγάθ. 2οὐκ ἔστιν ἔτι ἰατρεία Μωάβ, ἀγαυρίαμα ἐν Ἑσεβών· ἐλογίσατο ἐπ᾽ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται. ὄπισθέν σου βαδιεῖται μάχαιρα, 3ὅτι φωνὴν κεκραγότων ἐξ Ὡρωνάιμ, ὄλεθρον καὶ σύντριμμα μέγα· 4συνετρίβη Μωάβ. ἀναγγείλατε εἰς Ζόγορα, 5ὅτι ἐπλήσθη Ἁλὼθ ἐν κλαυθμῷ· ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὡρωνάιμ, κραυγὴν συντρίμματος ἠκούσατε· 6φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν, καὶ θέσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ. 7ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασίν σου, καὶ σὺ συλληφθήσῃ· καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ, καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. 8καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλών, καὶ ἐξολοθρευθήσεται ἡ πεδινή, καθὼς εἶπεν Κύριος. 9δότε σημεῖα τῇ Μωάβ, ὅτι ἁφῇ ἁφθήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόθεν ἔνοικος αὐτῇ; 10ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ᾽ αἵματος. 11ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ· οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον, καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν. 12διὰ τοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶν Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσιν καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσιν, 13καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμὼς ὥσπερ καταισχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν, πεποιθότες ἐπ᾽ αὐτοῖς. 14πῶς ἐρεῖτε Ἰσχυροί ἐσμεν, καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά; 15ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν· 16ἐγγὺς ἡμέρα Μωὰβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα. 17κινήσατε αὐτῷ πάντες κυκλόθεν αὐτοῦ, πάντες ἔκδοτε ὄνομα αὐτοῦ· εἴπατε Πῶς συνετρίβη βακτηρία εὐκλεής, ῥάβδος μεγαλώματος; 18κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη. Δαιβὼν ἐκτρίβεται, ὅτι ὤλετο Μωάβ· ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου. 19ἐφ᾽ ὁδοῦ στῆθι καὶ ἔπιδε, καθημένη ἐν Ἀροήρ, καὶ ἐρώτησον φεύγοντα καὶ σωζόμενον καὶ εἰπόν Τί ἐγένετο; 20κατῃσχύνθη Μωάβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Ἀρνὼν ὅτι ὤλετο Μωάβ, 21καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μεισὼρ ἐπὶ Χαιλὼν καὶ Ῥεφὰς καὶ Μωφάς, 22καὶ ἐπὶ Δαιβὼν καὶ ἐπὶ Ναβαὺ καὶ ἐπ᾽ οἶκον Δαιβλαθάιμ, 23καὶ ἐπὶ Καριαθάιμ καὶ ἐπ᾽ οἶκον Γαιμὼλ καὶ ἐπ᾽ οἶκον Μαών, 24καὶ ἐπὶ Καριὼθ καὶ ἐπὶ Βοσὸρ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ τὰς πόρρω καὶ τὰς ἐγγύς. 25κατεάχθη κέρας Μωάβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη. 26μεθύσατε αὐτόν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ, καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός. 27καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι, Ἰσραήλ, καὶ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν. 28κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ· ἐγενήθησαν ὥσπερ περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου. 29καὶ ἤκουσα ὕβριν Μωάβ, ὕβρισεν λίαν, ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη ἡ καρδία αὐτοῦ, 30ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτῷ οὐχ οὕτως ἐποίησεν; 31διὰ τοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν· βοήσατε ἐπ᾽ ἄνδρας Κεὶρ Ἅδας αὐχμοῦ. 32ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι, ἄμπελος Ὠσερημά· κλήματά σου διῆλθεν θάλασσαν, πόλεις Ἰαζὴρ ἥψαντο ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν· 33συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβείτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωὶ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ ἐποίησαν αἵδε. 34ἀπὸ κραυγῆς Ἑσεβὼν ἕως Αἰτὰμ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν ἀπὸ Ζόγορ ἕως Ὡρωνάιμ καὶ ἀγγελίαν Σαλασειά, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται. 35καὶ ἀπολῶ τὸν Μωάβ, φησὶν Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ. 36διὰ τοῦτο καρδία τοῦ Μωὰβ ὥσπερ αὐλοὶ βομβήσουσιν, καρδία μου ἐπ᾽ ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει· διὰ τοῦτο ἃ περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου. 37πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρηθήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος. 38καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ καὶ ἐπὶ πλατείαις αὐτῆς, ὅτι συνέτριψα, φησὶν Κύριος, ὡς ἀγγεῖον οὗ οὐκ ἔστιν χρεία αὐτοῦ. 39πῶς κατήλλαξεν; πῶς ἔστρεψεν νῶτον Μωάβ; ᾐσχύνθη, καὶ ἐγένετο Μωὰβ εἰς γέλωτα καὶ ἐνκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς. 40ὅτι οὕτως εἶπεν Κύριος 41Ἐλήμφθη Ἀκκαρών, καὶ τὰ ὀχυρώματα συνελήμφθη, 42καὶ ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη. 43παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί, καθήμενος Μωάβ. 44ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐνπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου, συλλημφθήσεται ἐν τῇ παγίδι· ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.