LXX Јов Poglavlje 40

Јов 40

LXX · Uporedi · Audio

1τι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ἰὼβ ἐκ τοῦ νέφους 2Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σύ δέ μοι ἀπόκριναι· 3μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἳνα ἀναφανῇς δίκαιος; 4ἢ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατ᾽ αὐτοῦ βροντᾷς; 5ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι. 6ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πᾶν δὲ ὑβριστὴν ταπείνωσον, 7ὑπερήφανον δὲ σβέσον· σῆψον δὲ ἀσεβεῖς παραχρῆμα, 8κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον· 9ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι. 10ἀλλὰ δὴ ἰδοὺ δὴ θηρία παρὰ σοί, χόρτον ἴσα βουσὶν ἐσθίουσιν. 11ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ᾽ ὀσφύι, ἡ δὲ δύναμις ἐπ᾽ ὀμφαλοῦ γαστρός· 12ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται· 13αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. 14τοῦτ᾽ ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐνκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. 15ἐπελθὼν δὲ ἐπ᾽ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ· 16ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον· 17σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις, καὶ κλῶνες ἀγροῦ. 18ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ, πέποιθεν ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ· 19ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν; ἐνσκολιευόμενος τρήσει ῥῖνα; 20ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, ⸂⸆⸃ περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ; 21εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; 22λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; 23θήσεται διαθήκην μετὰ σοῦ; λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; 24παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ, ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; 25ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη; 26πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. 27ἐπιθήσει δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ.